Ancient Greek
Chapter 37
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 37.340
Not analysed yet
ἀνύδρου καὶ ξηρᾶς οὔσης τῆς ἐρήμου ἐκείνης. ἤδη τοίνυν περὶ τὰς μεσημβρίας, τοῦ ἡλίου σφοδρὸν φλέγοντος, τῆς ὁδοιπορίας ἐχόμενος, σφοδρότερον αὐτὸς ἐφλέγετο ἐν δίψει καύματος ἐν ἀνύδρῳ, καὶ τὴν ἐσχάτην ἐταλαιπωρεῖτο ταλαιπωρίαν· ἀλλ’ ἐνίκα ὁ πόθος τὴν φύσιν, καὶ ἡ δίψα, ἣν πρὸς τὸν Θεὸν ἐδίψα, τὴν φλόγα ἐδρόσιζε τῆς τοῦ ὕδατος δίψης. Ὁ δὲ μισόκαλος καὶ φθονερὸς διάβολος, μὴ ὑποφέρων ἐν αὐτῷ τὴν τοιαύτην ὁρᾶν πρόθεσιν καὶ οὕτω θερμοτάτην πρὸς τὸν Θεὸν ἀγάπην, πολλοὺς αὐτῷ κατὰ τὴν ἔρημον ἐξήγειρε πειρασμούς, ὑποβάλλων αὐτῷ μνήμην τῆς βασιλικῆς αὐτοῦ δόξης καὶ τῆς παρισταμένης αὐτῷ λαμπροτάτης δορυφορίας, φίλων τε καὶ συγγενῶν καὶ ὁμηλίκων, καὶ ὡς αἱ πάντων ψυχαὶ τῆς αὐτοῦ ἐξήρτηντο ψυχῆς, καὶ τὰς ἄλλας ἀνέσεις τοῦ βίου· εἶτα τὸ τραχὺ τῆς ἀρετῆς προεβάλλετο καὶ τοὺς πολλοὺς αὐτῆς ἱδρῶτας, τοῦ σώματός τε τὴν ἀσθένειαν καὶ τὸ ἀσύνηθες αὐτοῦ ἐν τῇ τοιαύτῃ ταλαιπωρίᾳ, καὶ τοῦ χρόνου τὸ μῆκος, τὴν ἐν χερσίν τε ἀνάγκην τῆς δίψης, καὶ τὸ μηδαμόθεν ἐκδέχεσθαι παράκλησιν ἢ τέλος τοῦ τοσούτου κόπου· καὶ ὅλως πολὺν αὐτῷ ἤγειρε κονιορτὸν τῶν λογισμῶν ἐν τῇ διανοίᾳ, καθά που καὶ περὶ τοῦ μεγάλου γέγραπται Ἀντωνίου.