Ancient Greek · ~4 min
Chapter 37
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 37.342
Not analysed yet
τὸ θηριῶδές σου τῆς γνώμης καὶ σκολιόν, ἰοβόλον τε καὶ βλαπτικὸν τῆς προαιρέσεως ἐνδεικνυμένῳ. τί οὖν ἀνηνύτοις ἐπιχειρεῖς, ἄθλιε; ἐξότε γὰρ ἔγνων τῆς σῆς εἶναι κακίας τὰ μηχανήματα ταῦτα καὶ φόβητρα, οὐδεμία μοι λοιπὸν ἔτι ἐστὶ φροντὶς περὶ σοῦ. Κύριος ἐμοὶ βοηθός, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου, καὶ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον σε ἐπιβήσομαι οἷς ὁμοιοῦσαι, καὶ καταπατήσω σε τὸν λέοντα καὶ δράκοντα, τῇ δυνάμει τοῦ Χριστοῦ κραταιούμενος. αἰσχυνθείησαν καὶ ἐντραπείησαν τραπείησαν πάντες οἱ ἐχθροί μου· ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους. Ταῦτα λέγων, καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἑαυτῷ περιβαλὼν ὅπλον ἀκαταγώνιστον, πάσας τὰς τοῦ διαβόλου φαντασίας κατήργησεν. εὐθὺς γὰρ τά τε θηρία καὶ τὰ ἑρπετά, ὡς ἐκλείπει καπνός, ἐξέλιπον, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός· αὐτὸς δέ, τῇ τοῦ Χριστοῦ δυνάμει ἰσχύων, ἐπορεύετο χαίρων καὶ εὐχαριστῶν τῷ Κυρίῳ. ἀλλὰ καὶ θηρία πολλὰ καὶ ποικίλα καὶ ὄφεων παντοδαπὰ καὶ δρακοντόμορφα γένη ἡ ἔρημος ἐκείνη τρέφει, ἅτινα συναντῶντα αὐτῷ οὐκ ἔτι φαντασίᾳ, ἀλλ’ ἀληθείᾳ ἐδείκνυτο, ὡς ἐντεῦθεν φόβου μὲν ἦν πλήρης ἡ ὁδὸς καὶ πόνου·