Ancient Greek
Chapter 37
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 37.343
Not analysed yet
αὐτὸς δὲ ἀμφοτέρων ὑπερίπτατο τῷ λογισμῷ, τὸν μὲν φόβον τῆς ἀγάπης, ὥς φησιν ἡ Γραφή, ἔξω βαλλούσης, τὸν πόνον δὲ τοῦ πόθου ἐπικουφίζοντος. οὕτως οὖν πολλαῖς καὶ ποικίλαις συμφοραῖς καὶ ταλαιπωρίαις πυκτεύσας, δι᾽ ἡμερῶν οὐκ ὀλίγων κατέλαβε τὴν ἔρημον ἐκείνην τῆς Σενααρίτιδος γῆς, ἐν ᾗ ὁ Βαρλαὰμ ᾤκει· ἔνθα καὶ ὕδατος τυχὼν τὴν φλόγα κατέσβεσε τῆς δίψης.