Ancient Greek
Chapter 38
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 38.343
Not analysed yet
Ἔμεινε δὲ Ἰωάσαφ διετίαν ὅλην κατὰ τὸ πέλαγος τῆς ἐρήμου ταύτης ἀλώμενος καὶ μὴ εὑρίσκων τὸν Βαρλαάμ, τοῦ Θεοῦ κἀνταῦθα τὸ στερρὸν τοῦ λογισμοῦ αὐτοῦ καὶ τὸ τῆς ψυχῆς γενναῖον δοκιμάζοντος. καὶ ἦν οὕτως αἴθριος συγκαιόμενος τῷ καύσωνι καὶ τῷ κρύει πηγνύμενος καὶ ἀπαύστως ζητῶν ὥσπερ τινὰ θησαυρὸν πολύτιμον τὸν τιμιώτατον γέροντα. πολλοὺς δὲ ὑπέμεινε πειρασμοὺς καὶ πολέμους τῶν πονηρῶν πνευμάτων, καὶ πολλοὺς ὑπήνεγκε πόνους τῆς τῶν βοτανῶν ἐνδείας, ἃς εἰς τροφὴν ἐκέχρητο, ὅτι καὶ ταύτας ξηρὰ οὖσα ἡ ἔρημος ἐνδεῶς ἐβλάστανεν.