Ancient Greek
Chapter 39
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 39.350
Not analysed yet
Ἰωάσαφ, καὶ τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενοι, ἐκτὸς πάσης μερίμνης καὶ πάσης βιωτικῆς ὄντες ταραχῆς, ἀνεπιθόλωτόν τε τὸν νοῦν κεκτημένοι καὶ ἀμιγῆ πάσης συγχύσεως, μετὰ τοὺς πολλοὺς δὲ αὐτῶν ὑπὲρ εὐσεβείας καμάτους, ἐν μιᾷ τῶν ἡμερῶν προσκαλεσάμενος τὸν πνευματικὸν υἱόν, ὃν διὰ τοῦ Εὐαγγελίου ἐγέννησε, λόγου ἥπτετο καὶ ὁμιλίας πνευματικῆς, Πάλαι, λέγων, ὦ φίλτατε Ἰωάσαφ, ἐν ταύτῃ σε τῇ ἐρήμῳ κατοικεῖν ἔδει· καὶ τοῦτό μοι ὁ Χριστὸς προσευχομένῳ περὶ σοῦ ἐπηγγείλατο πρὸ τῆς τοῦ βίου τελευτῆς ὄψεσθαι. εἶδον οὖν ὡς ἐπεθύμουν· εἶδόν σε ἀπορραγέντα μὲν κόσμου καὶ τῶν ἐν κόσμῳ, συναφθέντα δὲ τῷ Χριστῷ ἀδιστάκτῳ τῇ γνώμῃ, καὶ εἰς μέτρον ἐλθόντα τελειότητος τοῦ πληρώματος αὐτοῦ. νῦν οὖν ἐπειδή μοι ὁ τῆς ἀναλύσεως καιρὸς ἐπὶ θύραις, καὶ ἡ σύντροφος καὶ ἡλικιῶτις ἐπιθυμία τοῦ συνεῖναι τῷ Χριστῷ διὰ παντὸς ἤδη πληροῦται, σὲ μὲν δεῖ καλῦψαί μου τὸ σῶμα τῇ γῇ καὶ τὸν χοῦν ἀποδοῦναι τῷ χοΐ, μεῖναι δὲ τοῦ λοιποῦ ἐν τῷδε τῷ τόπῳ τῆς πνευματικῆς ἐχόμενον πολιτείας καὶ τῆς ἐμῆς μνείαν ποιούμενον μετριότητος. δέδοικα γὰρ μή ποτε ἡ ζοφερὰ τῶν δαιμόνων πληθὺς τῇ ψυχῇ μου ἐμποδὼν καταστῇ διὰ τὸ πλῆθος τῶν ἐμῶν ἀγνοημάτων. Σὺ οὖν, τέκνον, μὴ ὀλιγωρήσῃς τὸ ἐπίπονον τῆς ἀσκήσεως, μηδὲ δειλιάσῃς τὸ μῆκος τοῦ χρόνου καὶ τὰς ἐπιβουλὰς τῶν δαιμόνων· ἀλλὰ τούτων μὲν τῆς ἀσθενείας, τῇ τοῦ Χριστοῦ ῥωννύμενος χάριτι, τολμηρῶς καταγέλα, πρὸς δὲ τὴν σκληρότητα τῶν πόνων καὶ τὸ τοῦ χρόνου διάστημα