Ancient Greek
Chapter 39
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 39.351
Not analysed yet
οὕτως ἔσο, ὡς καθ’ ἡμέραν τὴν ἐντεῦθεν ἀνάλυσιν προσδοκῶν, καὶ ὡς ἀρχὴν εἶναί σοι τῆς ἀσκήσεως τὴν αὐτὴν ἡμέραν καὶ τέλος. οὕτως ἀεὶ τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, πρὸς τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατασκοπῶν δίωκε τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ, καθάπερ ὁ θεῖος Ἀπόστολος παρακελεύεται, Μὴ ἐκκακῶμεν, λέγων· ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Ταῦτα λογιζόμενος, ἀγαπητέ, ἀνδρίζου καὶ ἴσχυε, καὶ ὡς καλὸς στρατιώτης σπούδαζε τῷ στρατολογήσαντι ἀρέσαι. κἂν λογισμούς σοι ὀλιγωρίας ὁ πονηρὸς φέρῃ καὶ τὸν τόνον ὑποχαλᾶν τῆς προθέσεως σπεύδῃ, μὴ φοβοῦ αὐτοῦ τὰς ἐπιβουλάς, τὸ Δεσποτικὸν ἐννοῶν πρόσταγμα, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, λέγοντος· ἀλλὰ θαρσεῖτε· ἐγὼ νενίκηκα τὸν κόσμον. διὸ χαῖρε ἐν Κυρίῳ πάντοτε, ὅτι ἐξελέξατό σε καὶ διεχώρισεν ἐκ τοῦ κόσμου, καὶ ἔθετο ὡς ἐν προσώπῳ αὐτοῦ. αὐτὸς δέ, ὁ καλέσας σε κλήσει ἁγίᾳ, ἐγγύς ἐστιν ἀεί. μηδὲν μερίμνα· ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματά