Ancient Greek
Chapter 4
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 4.21
Not analysed yet
Ἀνὴρ γάρ τις, τῶν ἐν τέλει τὰ πρῶτα φέρων, ἐν τοῖς βασιλείοις ἐτύγχανε, τὸν μὲν βίον ἐπιεικής, εὐσεβὴς δὲ τὴν πίστιν· καί, τὴν ἑαυτοῦ σωτηρίαν, ὡς οἷόν τε, ἐμπορευόμενος, λανθάνων ἦν διὰ τὸν φόβον τοῦ βασιλέως. ὅθεν τινές, τῆς εἰς τὸν βασιλέα παρρησίας τούτῳ βασκήναντες, διαβάλλειν αὐτὸν ἐμελέτων, καὶ τοῦτο αὐτοῖς διὰ φροντίδος ἦν. καὶ δή ποτε πρὸς θήραν ἐξελθόντι τῷ βασιλεῖ μετὰ τῆς συνήθους αὐτῷ δορυφορίας, εἷς ἦν τῶν συνθηρευτῶν καὶ ὁ ἀγαθὸς ἐκεῖνος ἀνήρ. περιπατοῦντι δὲ αὐτῷ κατὰ μόνας, ἐκ θείας τοῦτο συμβάν, ὡς οἶμαι, οἰκονομίας, εὑρίσκει ἄνθρωπον ἐν λόχμῃ τινὶ κατὰ γῆς ἐρριμμένον, καὶ δεινῶς τὸν πόδα ὑπὸ θηρίου συντετριμμένον, ὅς, ἰδὼν αὐτὸν παριόντα, ἐδυσώπει μὴ παραδραμεῖν, ἀλλ’ οἰκτεῖραι αὐτὸν τῆς συμφορᾶς, καὶ εἰς τὸν ἴδιον ἀπαγαγεῖν οἶκον, ἅμα καὶ τοῦτο προστιθείς, ὡς Οὐκ ἀνόνητός σοι καὶ παντελῶς ἀνενέργητος, φησίν, εὑρεθείην ἐγώ.