Ancient Greek
Chapter 4
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 4.22
Not analysed yet
ὁ δὲ λαμπρὸς ἐκεῖνος ἀνὴρ λέγει αὐτῷ· Ἐγὼ μὲν δι’ αὐτοῦ τοῦ καλοῦ τὴν φύσιν προσλήψομαί σε καὶ θεραπείας, ὅση δύναμις, ἀξιώσω· ἀλλὰ τίς ἡ ὄνησις, ἣν παρὰ σοῦ μοι ἔσεσθαι ἔφησας; ὁ δὲ πένης ἐκεῖνος καὶ ἀσθενής, Ἐγώ, φησίν, ἄνθρωπός εἰμι θεραπευτὴς ῥημάτων· εἰ γάρ ποτε ἐν ῥήμασιν ἢ ὁμιλίαις πληγή τις ἢ κάκωσις εὑρεθείη, καταλλήλοις φαρμάκοις ταῦτα θεραπεύσω, τοῦ μὴ περαιτέρω τὸ κακὸν χωρῆσαι· ὁ μὲν οὖν εὐσεβὴς ἀνὴρ ἐκεῖνος τὸ λεχθὲν ἀντ’ οὐδενὸς ἡγήσατο, ἐκεῖνον δὲ διὰ τὴν ἐντολὴν ἀπαγαγεῖν οἴκαδε παρεκελεύσατο, καὶ τῆς προσηκούσης ἐπιμελείας οὐκ ἀπεστέρησεν. οἱ δὲ προμνημονευθέντες φθονεροὶ ἐκεῖνοι καὶ βάσκανοι, ἣν πάλαι ὤδινον κακίαν εἰς φῶς προενεγκόντες, διαβάλλουσι τὸν ἄνδρα πρὸς τὸν βασιλέα, ὡς, οὐ μόνον τῆς αὐτοῦ φιλίας ἐπιλαθόμενος, ἠλόγησε τῆς πρὸς τοὺς θεοὺς θεραπείας καὶ πρὸς Χριστιανισμὸν ἀπέκλινεν, ἀλλὰ καὶ δεινὰ κατὰ τῆς αὐτοῦ μελετᾷ βασιλείας, τὸν ὄχλον διαστρέφων καὶ ἑαυτῷ πάντας οἰκειούμενος. Ἀλλ’, εἰ βούλει, φασί, βεβαιωθῆναι μηδὲν ἡμᾶς πεπλασμένον λέγειν, καλέσας αὐτὸν ἰδίως, εἰπὲ πειράζων βούλεσθαί σε, καταλιπόντα τὴν πάτριον θρησκείαν καὶ τὴν δόξαν τῆς βασιλείας, Χριστιανὸν γενέσθαι, καὶ τὸ μοναχικὸν περιβαλέσθαι σχῆμα, ὃ πάλαι ἐδίωξας, ὡς οὐ καλῶς δῆθεν τούτου γεγενημένου.