Ancient Greek
Chapter 40
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 40.360
Not analysed yet
ὅτι σὺ εἶ ὁ Θεός μου, καὶ σὲ δοξάζω τὸν Πατέρα, καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ταῦτα εὐξάμενος, πλησίον τοῦ μνήματος ἐκάθισε κλαίων. καὶ καθεζόμενος ὕπνωσε. καὶ ὁρᾷ τοὺς φοβεροὺς ἄνδρας ἐκείνους, οὓς καὶ πρότερον ἑωράκει, ἐλθόντας πρὸς αὐτόν, καὶ ἀπαγαγόντας αὐτὸν εἰς τὴν μεγίστην καὶ θαυμαστὴν ἐκείνην πεδιάδα, καὶ πρὸς τὴν δεδοξασμένην καὶ ὑπέρλαμπρον εἰσαγαγόντες πόλιν. εἰσερχομένῳ δὲ αὐτῷ τὴν πύλην ἕτεροι ὑπήντουν πολλῷ κατηγλαϊσμένοι φωτί, στεφάνους ἔχοντες ἐν χερσὶν ἀρρήτῳ διαλάμποντας κάλλει καὶ οἵους ὀφθαλμοὶ οὐδέποτε βρότειοι ἐθεάσαντο. ἐρομένου δὲ τοῦ Ἰωάσαφ, Τίνος οἱ στέφανοι τῆς δόξης οἱ ὑπέρλαμπροι, οὓς ὁρῶ; Σὸς μὲν ὁ εἷς, ἔφησαν, ὑπὲρ τῶν πολλῶν σοι ψυχῶν ὧν ἔσωσας κατασκευασθείς, κοσμηθεὶς δὲ νυνὶ πλέον ὑπὲρ τῆς ἀσκήσεως ᾗ μετέρχῃ, εἴπερ ἀνδρείως ταύτην ἕως τέλους διέλθῃς· ὁ δὲ ἕτερος σὸς μὲν καὶ αὐτός· ἀλλὰ τῷ πατρί σου δεῖ σε τοῦτον παρασχεῖν, τῷ διὰ σοῦ τῆς ὁδοῦ ἐκκλίναντι τῆς πονηρᾶς καὶ μετανοήσαντι γνησίως τῷ Κυρίῳ. ὁ δὲ Ἰωάσαφ δυσχεραίνοντι ἐῴκει· καί, Πῶς δυνατόν, φησίν, ἴσων ἐμοῦ, τοῦ τοσαῦτα κοπιάσαντος, τυχεῖν τὸν πατέρα μου δωρεῶν ὑπὲρ μόνης τῆς μετανοίας; εἶπε ταῦτα, καὶ τὸν Βαρλαὰμ εὐθὺς ἐδόκει βλέπειν ὀνειδίζοντα οἱονεὶ καὶ λέγοντα· Οὗτοι οἱ λόγοι μου, Ἰωάσαφ, οὕς ποτέ σοι, Ὅταν ὑπερπλουτήσῃς, ἔλεγον, οὐκ εὐμετάδοτος ἔσῃ· καὶ αὐτὸς ἠπόρεις ἐπὶ τῷ ῥήματι. νυνὶ δὲ πῶς ἐδυσχέρανας ἐπὶ τῇ ἰσοτιμίᾳ τοῦ πατρός σου,