Ancient Greek
Chapter 40
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 40.361
Not analysed yet
καὶ οὐ μᾶλλον εὐφράνθης τὴν ψυχὴν ὅτι εἰσηκούσθη σου ἡ πολλὴ περὶ αὐτοῦ δέησις; ὁ δὲ Ἰωάσαφ, ὡς εἴθιστο ἀεὶ λέγειν αὐτῷ, Συγχώρησον, ἔφη, Πάτερ, συγχώρησον. ποῦ δὲ αὐτὸς οἰκεῖς γνώρισόν μοι. Ἐν ταύτῃ, φησί, τῇ μεγάλῃ καὶ περικαλλεῖ πόλει· οἰκεῖν ἔλαχον ἐν μεσαιτάτῃ τῆς πόλεως πλατείᾳ φωτὶ καταστραπτομένῃ ἀπλέτῳ. ἀξιοῦν δὲ αὖθις ὁ Ἰωάσαφ ἐδόκει τὸν Βαρλαὰμ εἰς τὸ ἑαυτοῦ ἀπαγαγεῖν αὐτὸν σκήνωμα καὶ φιλοφρόνως ξεναγῆσαι. ἀλλ’ οὔπω τὸν καιρὸν ἥκειν, ἔλεγεν ἐκεῖνος, πρὸς ἐκεῖνά σε τὰ σκηνώματα ἐλθεῖν, ἔτι τῷ φορτίῳ τοῦ σώματος ὑποκείμενον. Εἴπερ οὖν ἀνδρείως καρτερήσεις, καθάπερ σοι ἐνετειλάμην, ἥξεις μικρὸν ὕστερον, καὶ τῶν αὐτῶν ἀξιωθήσῃ σκηνωμάτων, τῆς αὐτῆς τεύξῃ χαρᾶς τε καὶ δόξης, καὶ συνδιαιωνίζων ἔσῃ μοι. ἔξυπνος δὲ ἐπὶ τούτοις γενόμενος, ὁ Ἰωάσαφ τοῦ φωτὸς ἐκείνου καὶ τῆς ἀρρήτου δόξης εἶχε τὴν ψυχὴν ἔτι πεπληρωμένην, καὶ σὺν πολλῷ τῷ θαύματι τῷ Δεσπότῃ χαριστήριον ἀνέπεμπεν ὕμνον. Ἔμεινε δὲ μέχρι τέλους τὴν ἀγγελικὴν ἀληθῶς ἐπὶ γῆς ἀνύων διαγωγήν, καὶ σκληροτέρᾳ ἀσκήσει μετὰ τὴν παρέλευσιν τοῦ γέροντος χρώμενος· πέμπτῳ μὲν καὶ εἰκοστῷ τῆς ἡλικίας ἔτει τὴν ἐπίγειον καταλιπὼν βασιλείαν καὶ τὸν ἀσκητικὸν ὑπελθὼν ἀγῶνα, πέντε δὲ καὶ τριάκοντα χρόνους ἐν τῇ πανερήμῳ ταύτῃ ἀσκήσας, ὥσπερ τις ἄσαρκος,