Ancient Greek · ~6 min
Chapter 5
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 5.30
Not analysed yet
ὅθεν παρ’ ἄλλων, καὶ μὴ παρὰ τοῦ πατρός, ταῦτα μαθεῖν διέγνω. ἕνα δὲ τῶν παιδαγωγῶν προσφιλέστατον καὶ οἰκειότατον τῶν λοιπῶν κεκτημένος, ἐπὶ πλεῖον οἰκειωσάμενος καὶ δωρεαῖς φιλοτίμοις δεξιωσάμενος, ἐπυνθάνετο παρ’ αὐτοῦ τί ἂν βούλοιτο τῷ βασιλεῖ ἡ ἐν τῷ περιτειχίσματι ἐκείνῳ τούτου κάθειρξις, καὶ ὡς Εἰ τοῦτο, φησί, σαφῶς διδάξεις με, πρόκριτος πάντων ἔσῃ μοι, καὶ διαθήκην φιλίας διηνεκοῦς διαθήσομαί σοι. ὁ δὲ παιδαγωγός, ἐχέφρων καὶ αὐτὸς ὑπάρχων, καὶ εἰδὼς τὴν τοῦ παιδὸς συνετὴν καὶ τελείαν φρόνησιν, καὶ ὡς οὐκ ἂν αὐτῷ γένοιτο κινδύνου πρόξενος, πάντα αὐτῷ κατὰ μέρος διηγήσατο, τὸν κατὰ τῶν Χριστιανῶν τεθέντα παρὰ τοῦ βασιλέως διωγμὸν καὶ ἐξαιρέτως κατὰ τῶν ἀσκητῶν, ὅπως τε ἀπηλάθησαν καὶ ἐξεβλήθησαν τῆς περιχώρου ἐκείνης, οἷά τε γεννηθέντος αὐτοῦ οἱ ἀστρολόγοι προηγόρευσαν. Ἵν’ οὖν, φησί, μή, ἀκούσας τῆς ἐκείνων διδαχῆς, ταύτην προκρίνῃς τῆς ἡμετέρας θρησκείας, μὴ προσομιλεῖν σοι πολλούς, ἀλλ’ εὐαριθμήτους, ὁ βασιλεὺς ἐπετηδεύσατο, ἐντολάς ἡμῖν δοὺς μηδέν σοι τῶν τοῦ βίου ἀνιαρῶν γνωρίσαι. Ταῦτα ὡς ἤκουσεν ὁ νεανίας οὐδὲν ἕτερον προσέθετο λαλῆσαι· ἥψατο δὲ τῆς καρδίας αὐτοῦ λόγος σωτήριος, καὶ ἡ τοῦ Παρακλήτου χάρις τοὺς νοητοὺς αὐτοῦ ὀφθαλμοὺς διανοίγειν ἐπεχείρησε, πρὸς τὸν ἀψευδῆ χειραγωγοῦσα Θεόν, ὡς προϊὼν ὁ λόγος δηλώσειε. Συχνῶς δὲ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλέως κατὰ θέαν τοῦ παιδὸς ἐρχομένου ʽἀγάπῃ γὰρ ὑπερβαλλούσῃ ἐφίλει αὐτόν̓, ἐν μιᾷ λεγει αὐτῷ ὁ υἱός· Μαθεῖν τι ἐπεθύμησα παρὰ σοῦ, ὦ δέσποτα καὶ βασιλεῦ, ἐφ’ ᾧ λύπη διηνεκὴς καὶ μέριμνα ἀδιάπαυστος κατεσθίει μου τὴν ψυχήν.