Ancient Greek · ~4 min
Chapter 5
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 5.31
Not analysed yet
ὁ δὲ πατήρ, ἐξ αὐτῶν τῶν ῥημάτων ἀλγήσας τὰ σπλάγχνα, ἔφη· Λέγε μοι, τέκνον ποθεινότατον, τίς ἡ συνέχουσά σε λύπη, καὶ θᾶττον αὐτὴν εἰς χαρὰν μεταμεῖψαι σπουδάσω. καὶ φησὶν ὁ παῖς· Τίς ὁ τρόπος τῆς ἐμῆς ἐνθάδε καθείρξεως, ὅτι ἐντὸς τειχέων καὶ πυλῶν συνέκλεισάς με, ἀπρόϊτον πάντη καὶ ἀθέατον πᾶσί με καταστήσας; καὶ ὁ πατὴρ ἔφη· Οὐ βούλομαι, ὦ τέκνον, ἰδεῖν σέ τι τῶν ἀηδιζόντων τὴν καρδίαν σου καὶ ἐγκοπτόντων σοι τὴν εὐφροσύνην. ἐν τρυφῇ γὰρ διηνεκεῖ καὶ χαρᾷ πάσῃ καὶ θυμηδίᾳ ζῆσαί σε τὸν ἅπαντα διανοοῦμαι αἰῶνα. Ἀλλ’ εὖ ἴσθι, ὦ δέσποτα, φησὶν ὁ υἱὸς τῷ πατρί, τῷ τρόπῳ τούτῳ οὐκ ἐν χαρᾷ καὶ θυμηδίᾳ ζῶ, ἐν θλίψει δὲ μᾶλλον καὶ στενοχωρίᾳ πολλῇ, ὡς καὶ αὐτὴν τὴν βρῶσίν τε καὶ πόσιν ἀηδῆ μοι καταφαίνεσθαι καὶ πικράν. ποθῶ γὰρ ὁρᾶν πάντα τὰ ἔξω τῶν πυλῶν τούτων. εἰ οὖν βούλει ἐν ὀδύνῃ μὴ ζῆν με, κέλευσον προέρχεσθαι καθὼς βούλομαι, καὶ τέρπεσθαι τὴν ψυχὴν τῇ θέᾳ τῶν γενομένων τέως ἀθεάτων μοι.