Ancient Greek · ~6 min
Chapter 5
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 5.32
Not analysed yet
Ἐλυπήθη ὁ βασιλεὺς ὡς ἤκουσε ταῦτα, καὶ διεσκόπει ὡς, εἰ κωλύσει τῆς αἰτήσεως, πλείονος αὐτῷ ἀνίας καὶ μερίμνης πρόξενος ἔσται. καὶ Ἐγώ σου, τέκνον, εἰπών, τὰ καταθύμια ποιήσω. ἵππους αὐτίκα ἐκλεκτοὺς καὶ δορυφορίαν τὴν βασιλεῖ πρέπουσαν εὐτρεπισθῆναι κελεύσας, προέρχεσθαι αὐτὸν ὅτε βούλοιτο διωρίσατο, ἐπισκήψας τοῖς συνοῦσιν αὐτῷ μηδὲν ἀηδὲς εἰς συνάντησιν αὐτῷ ἄγειν, ἀλλὰ πᾶν ὅ τι καλὸν καὶ τέρψιν ἐμποιοῦν, τοῦτο ὑποδεικνύειν τῷ παιδί, χορούς τε συγκροτεῖν ἐν ταῖς ὁδοῖς παναρμονίους κροτούντων ᾠδὰς καὶ ποικίλα θέατρα συνιστώντων, ὥστε τούτοις τὸν νοῦν αὐτοῦ ἀπασχολεῖσθαι καὶ ἐνηδύνεσθαι. Ἀμέλει οὑτωσὶ συχνάζων ἐν ταῖς προόδοις ὁ τοῦ βασιλέως υἱὸς εἶδεν ἐν μιᾷ τῶν ἡμερῶν, κατὰ λήθην τῶν ὑπηρετῶν, ἄνδρας δύο, ὧν ὁ μὲν λελωβημένος, τυφλὸς δὲ ὁ ἕτερος ἦν· οὓς ἰδών, καὶ ἀηδισθεὶς τὴν ψυχήν, λέγει τοῖς μετ’ αὐτοῦ· Τίνες οὗτοι, καὶ ποταπὴ ἡ δυσχερὴς αὐτῶν θέα; οἱ δέ, μὴ δυνάμενοι τὸ εἰς ὅρασιν αὐτοῦ ἐλθὸν ἀποκρύψαι, ἔφησαν· Πάθη ταῦτά εἰσιν ἀνθρώπινα, ἅτινα ἐξ ὕλης διεφθαρμένης καὶ σώματος κακοχύμου τοῖς βροτοῖς συμβαίνειν εἴωθε. καί φησιν ὁ παῖς· Πᾶσι τοῖς ἀνθρώποις ταῦτα εἴθισται συμβαίνειν; λέγουσιν ἐκεῖνοι· Οὐ πᾶσιν, ἀλλ’ οἷς ἂν ἐκτραπείη τὸ ὑγιεινὸν ἐκ τῆς τῶν χυμῶν μοχθηρίας. αὖθις οὖν ἐπυνθάνετο ὁ παῖς Εἰ οὐ πᾶσι, φησί, τοῦτο τοῖς ἀνθρώποις συμβαίνειν εἴωθεν, ἀλλά τισιν, ἆρα γνωστοὶ καθεστήκασιν, οὓς μέλλει ταῦτα καταλήψεσθαι τὰ δεινά; ἢ ἀδιορίστως καὶ ἀπροόπτως ὑφίσταται; λέγουσιν ἐκεῖνοι· Καὶ τίς τῶν ἀνθρώπων τὰ μέλλοντα συνιδεῖν δύναται καὶ ἀκριβῶς ἐπιγνῶναι; κρεῖττον γὰρ ἀνθρωπίνης φύσεως τοῦτο, καὶ μόνοις ἀποκληρωθὲν τοῖς ἀθανάτοις θεοῖς.