Ancient Greek
Chapter 5
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 5.34
Not analysed yet
Ταῦτα πάντα ὡς εἶδέ τε καὶ ἤκουσεν ὁ συνετὸς ἐκεῖνος καὶ φρόνιμος νεανίας, στενάξας ἐκ βάθους καρδίας, ἔφη· Πικρὸς ὁ βίος οὗτος καὶ πάσης ὀδύνης καὶ ἀηδίας ἀνάπλεως, εἰ ταῦτα οὕτως ἔχει. καὶ πῶς ἀμεριμνήσει τις τῇ προσδοκίᾳ τοῦ ἀδήλου θανάτου, οὗ ἡ ἔλευσις οὐ μόνον ἀπαραίτητος, ἀλλὰ καὶ ἄδηλος, καθὼς εἴπατε, ὑπάρχει; καὶ ἀπῆλθε ταῦτα στρέφων ἐν ἑαυτῷ, καὶ ἀπαύστως διαλογιζόμενος, καὶ πυκνὰς ποιούμενος περὶ τοῦ θανάτου τὰς ὑπομνήσεις, πόνοις τε καὶ ἀθυμίαις ἐκ τούτου συζῶν καὶ ἄπαυστον ἔχων τὴν λύπην. ἔλεγε γὰρ ἐν ἑαυτῷ· Ἆρά ποτέ με ὁ θάνατος καταλήψεται; καὶ τίς ἔσται ὁ μνήμην μου ποιούμενος μετὰ θάνατον, τοῦ χρόνου πάντα τῇ λήθῃ παραδιδόντος; καὶ εἰ ἀποθανὼν εἰς τὸ μὴ ὂν διαλυθήσομαι; ἢ ἔστι τις ἄλλη βιοτὴ καὶ ἕτερος κόσμος; ταῦτα καὶ τὰ τούτοις ὅμοια ἀπαύστως διενθυμούμενος ὠχριῶν κατετήκετο, κατ’ ὄψιν δὲ τοῦ πατρός, ὅτε συνέβη τοῦτον ἀφικέσθαι, προσεποιεῖτο τὸ ἱλαρὸν καὶ ἄλυπον, μὴ βουλόμενος εἰς γνῶσιν τῷ πατρὶ τὰ αὐτῷ μελετώμενα ἐλθεῖν. ἐπόθει δὲ ἀκατασχέτῳ τινὶ πόθῳ καὶ ἐγλίχετο ἐντυχεῖν τινι τῷ δυναμένῳ τὴν αὐτοῦ πληροφορῆσαι καρδίαν, καὶ λόγον ἀγαθὸν ταῖς αὐτοῦ ἀκοαῖς ἐνηχῆσαι. Τὸν προμνημονευθέντα δὲ παιδαγωγὸν αὖθις ἐπηρώτα, εἴ πού τινα γινώσκει τὸν δυνάμενον αὐτῷ συμβαλέσθαι πρὸς τὸ ποθούμενον, καὶ τὸν νοῦν αὐτοῦ βεβαιῶσαι, δεινῶς ἰλιγγιῶντα ἐν τοῖς λογισμοῖς, καὶ μὴ δυνάμενον ἀποβαλέσθαι τὴν περὶ τούτων φροντίδα.