Ancient Greek
Chapter 5
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 5.35
Not analysed yet
ὁ δέ, τῶν προειρημένων πάλιν ἐπιμνησθείς, ἔλεγεν· Εἶπόν σοι καὶ πρότερον ὅπως ὁ πατήρ σου τοὺς σοφοὺς ἐκείνους καὶ ἀσκητὰς ἀεὶ περὶ τῶν τοιούτων φιλοσοφοῦντας, οὓς μὲν ἀνεῖλεν, οὓς δὲ μετ’ ὀργῆς ἐδίωξε, καὶ οὐ γινώσκω νυνί τινα τοιοῦτον ἐν τῇ περιχώρῳ ταύτῃ. πολλοῦ δὲ ἐπὶ τούτοις ἄχθους ἐκεῖνος πληρωθείς, καὶ τὴν ψυχὴν δεινῶς κατατρωθείς, ἐῴκει ἀνδρὶ θησαυρὸν ἀπολέσαντι μέγαν καὶ εἰς τὴν αὐτοῦ ζήτησιν ὅλον αὐτοῦ τὸν νοῦν ἀσχολουμένῳ. ἐντεῦθεν ἀγῶνι διηνεκεῖ καὶ μερίμνῃ συνέζη, καὶ πάντα τὰ ἡδέα καὶ τερπνὰ τοῦ κόσμου ἦν ἐν ὀφθαλμοῖς αὐτοῦ ὡς ἄγος τι καὶ βδέλυγμα. οὕτως οὖν ἔχοντι τῷ νέῳ καὶ ποτνιωμένῳ κατὰ ψυχὴν τὸ ἀγαθὸν εὑρεῖν, εἶδεν αὐτὸν ὁ πάντα βλέπων ὀφθαλμός, καὶ οὐ παρεῖδεν ὁ θέλων πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἀλλά, τὴν συνήθη αὐτῷ φιλανθρωπίαν καὶ ἐπὶ τούτῳ δείξας, ἐγνώρισεν ὁδὸν ἣν ἔδει πορεύεσθαι τρόπῳ τοιῷδε·