Ancient Greek
Chapter 7
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 7.44
Not analysed yet
Αὖθις οὖν ἀναλαβὼν τὸν λόγον ὁ Βαρλαάμ, εἶπεν· Εἰ τὸν ἐμὸν βούλει Δεσπότην μαθεῖν, ὁ Κύριός ἐστιν Ἰησοῦς Χριστός, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι δοξαζόμενος. οὐκ εἰμὶ γὰρ ἐγὼ τῶν τοὺς πολλοὺς τούτους καὶ ἀτάκτους ἀναγορευόντων θεούς, καὶ τὰ ἄψυχα ταῦτα καὶ κωφὰ σεβομένων εἴδωλα·