Ancient Greek · ~5 min
Chapter 7
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 7.45
Not analysed yet
ἀλλ’ ἕνα Θεὸν γινώσκω καὶ ὁμολογῶ ἐν τρισὶν ὑποστάσεσι δοξαζόμενον, Πατρί, φημί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, ἐν μιᾷ δὲ φύσει καὶ οὐσίᾳ, ἐν μιᾷ δόξῃ καὶ βασιλείᾳ μὴ μεριζομένῃ. οὗτος οὖν ὁ ἐν τρισὶν ὑποστάσεσιν εἷς Θεός, ἄναρχός τε καὶ ἀτελεύτητος, αἰώνιός τε καὶ ἀΐδιος, ἄκτιστος, ἄτρεπτός τε καὶ ἀσώματος, ἀόρατος, ἀπερίγραπτος, ἀπερινόητος, ἀγαθὸς καὶ δίκαιος μόνος, ὁ τὰ πάντα ἐκ μὴ ὄντων ὑποστησάμενος, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, πρῶτον μὲν δημιουργεῖ τὰς οὐρανίους δυνάμεις καὶ ἀοράτους, ἀναρίθμητά τινα πλήθη ἄϋλά τε καὶ ἀσώματα, λειτουργικὰ πνεύματα τῆς τοῦ Θεοῦ μεγαλειότητος· ἔπειτα τὸν ὁρώμενον κόσμον τοῦτον, οὐρανόν τε καὶ γῆν καὶ τὴν θάλασσαν, ὅνπερ καὶ φωτὶ φαιδρύνας κατεκόσμησεν, οὐρανὸν μὲν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄστροις, γῆν δὲ παντοίοις βλαστήμασι καὶ διαφόροις ζῴοις, τήν τε θάλασσαν πάλιν τῷ παμπληθεῖ τῶν νηκτῶν γένει. ταῦτα πάντα, αὐτὸς εἶπε, καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. εἶτα δημιουργεῖ τὸν ἄνθρωπον χερσὶν ἰδίαις, χοῦν μὲν λαβὼν ἀπὸ τῆς γῆς εἰς διάπλασιν τοῦ σώματος, τὴν δὲ ψυχὴν λογικὴν καὶ νοερὰν διὰ τοῦ οἰκείου ἐμφυσήματος αὐτῷ δούς, ἥτις κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ δεδημιουργῆσθαι γέγραπται· κατ’ εἰκόνα μέν, διὰ τὸ νοερὸν καὶ αὐτεξούσιον, καθ’ ὁμοίωσιν δὲ διὰ τὴν τῆς ἀρετῆς κατὰ τὸ δυνατὸν ὁμοίωσιν.