Ancient Greek · ~4 min
Chapter 7
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 7.46
Not analysed yet
τοῦτον τὸν ἄνθρωπον αὐτεξουσιότητι καὶ ἀθανασίᾳ τιμήσας, βασιλέα τῶν ἐπὶ γῆς κατέστησεν· ἐποίησε δὲ ἐξ αὐτοῦ τὸ θῆλυ, βοηθὸν αὐτῷ κατ’ αὐτόν. Καὶ φυτεύσας παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, εὐφροσύνης καὶ θυμηδίας πάσης πεπληρωμένον, ἔθετο ἐν αὐτῷ τὸν ἄνθρωπον ὃν ἔπλασε, πάντων μὲν τῶν ἐκεῖσε θείων φυτῶν κελεύσας ἀκωλύτως μετέχειν, ἑνὸς δὲ μόνου θέμενος ἐντολὴν ὅλως μὴ γεύσασθαι, ὅπερ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν κέκληται, οὕτως εἰπών. ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. εἶς δὲ τῶν εἰρημένων ἀγγελικῶν δυνάμεων, μιᾶς στρατιᾶς πρωτοστάτης, οὐδόλως ἐν ἑαυτῷ παρὰ τοῦ Δημιουργοῦ κακίας φυσικῆς ἐσχηκὼς ἴχνος ἀλλ’ ἐπ’ ἀγαθῷ γενόμενος, αὐτεξουσίῳ προαιρέσει ἐτράπη ἐκ τοῦ καλοῦ εἰς τὸ κακόν, καὶ ἐπήρθη τῇ ἀπονοίᾳ, ἀντᾶραι βουληθεὶς τῷ Δεσπότῃ καὶ Θεῷ. διὸ ἀπεβλήθη τῆς τάξεως αὐτοῦ καὶ τῆς ἀξίας, καί, ἀντὶ τῆς μακαρίας δόξης ἐκείνης καὶ ἀγγελικῆς ὀνομασίας, διάβολος ἐκλήθη καὶ Σατανᾶς προσωνόμασται. ἔρριψε γὰρ αὐτὸν ὁ Θεὸς ὡς ἀνάξιον τῆς ἄνωθεν δόξης· συναπεσπάσθη δὲ αὐτῷ καὶ συναπεβλήθη καὶ πλῆθος πολὺ τοῦ ὑπ’ αὐτὸν τάγματος τῶν ἀγγέλων,