Ancient Greek · ~4 min
Chapter 7
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 7.55
Not analysed yet
αὐτοῦ, καί, ἀφθαρτίσας τὴν σάρκα ὁ τῆς ἀφθαρσίας πάροχος, ὤφθη τοῖς μαθηταῖς, εἰρήνην αὐτοῖς δωρούμενος καὶ δι’ αὐτῶν παντὶ τῷ γένει τῶν ἀνθρώπων. Μεθ’ ἡμέρας δὲ τεσσαράκοντα εἰς οὐρανοὺς ἀνεφοίτησε, καὶ οὕτως ἐν δεξιᾷ τοῦ Πατρὸς καθέζεται, ὃς καὶ μέλλει πάλιν ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. μετὰ δὲ τὴν ἔνδοξον αὐτοῦ εἰς οὐρανοὺς ἀνάληψιν, ἀπέστειλε τὸ πανάγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς ἐν εἴδει πυρός, καὶ ἤρξαντο ξέναις γλώσσαις λαλεῖν, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι. ἐντεῦθεν οὖν τῇ χάριτι αὐτοῦ διεσπάρησαν εἰς πάντα τὰ ἔθνη, καὶ ἐκήρυξαν τὴν ὀρθόδοξον πίστιν, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες τηρεῖν πάσας τὰς ἐντολὰς τοῦ Σωτῆρος. ἐφώτισαν οὖν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ τὴν δεισιδαίμονα πλάνην τῶν εἰδώλων κατήργησαν. κἂν μὴ φέρων ὁ ἐχθρὸς τὴν ἧτταν πολέμους καὶ νῦν καθ’ ἡμῶν τῶν πιστῶν ἐγείρει,