Ancient Greek · ~1 min
Chapter 7
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 7.56
Not analysed yet
πείθων τοὺς ἄφρονας καὶ ἀσυνέτους ἔτι τῆς εἰδωλολατρείας ἀντέχεσθαι, ἀλλ’ ἀσθενὴς ἡ δύναμις αὐτοῦ γέγονε, καὶ αἱ ῥομφαῖαι αὐτοῦ εἰς τέλος ἐξέλιπον τῇ τοῦ Χριστοῦ δυνάμει. ἰδού σοι τὸν ἐμὸν Δεσπότην καὶ Θεὸν καὶ Σωτῆρα δι᾽ ὀλίγων ἐγνώρισα ῥημάτων· τελεώτερον δὲ γνωρίσεις, εἰ τὴν χάριν αὐτοῦ δέξῃ ἐν τῇ ψυχῇ σου καὶ δοῦλος αὐτοῦ καταξιωθῇς γενέσθαι.