Ancient Greek · ~5 min
Chapter 8
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 8.58
Not analysed yet
μόνον ἀπλανῶς μοι ταῦτα σαφήνισον, καὶ τί με δεῖ ποιεῖν ἀκριβῶς δίδαξον· ἀλλὰ καὶ τὸ βάπτισμα τί ἐστιν, ὃ τοὺς πιστεύοντας δέξασθαι ἔφης, κατ’ ἀκολουθίαν αὐτῷ πάντα μοι γνώρισον. Ἐκεῖνος δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Τῆς ἁγίας ταύτης καὶ ἀμωμήτου τῶν Χριστιανῶν πίστεως ῥίζα ὥσπερ καὶ ἀσφαλὴς ὑποβάθρα ἡ τοῦ θείου βαπτίσματος ὑπάρχει χάρις, πάντων τῶν ἀπὸ γενέσεως ἁμαρτημάτων κάθαρσιν ἔχουσα, καὶ παντελῆ ῥύψιν τῶν ἀπὸ κακίας ἐπεισελθόντων μολυσμάτων. οὕτω γὰρ ὁ Σωτὴρ ἐνετείλατο δι᾽ ὕδατος ἀναγεννᾶσθαι καὶ Πνεύματος, καὶ εἰς τὸ ἀρχαῖον ἐπανάγεσθαι ἀξίωμα, δι’ ἐντεύξεως δηλαδὴ καὶ τῆς σωτηρίου ἐπικλήσεως, ἐπιφοιτῶντος τῷ ὕδατι τοῦ ἁγίου Πνεύματος. βαπτιζόμεθα τοίνυν, κατὰ τὸν λόγον τοῦ Κυρίου, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ οὕτως ἐνοικεῖ τοῦ ἁγίου Πνεύματος ἡ χάρις τῇ τοῦ βαπτισθέντος ψυχῇ, λαμπρύνουσα αὐτὴν καὶ θεοειδῆ ἀπεργαζομένη, καὶ τὸ κατ’ εἰκόνα καὶ καθ̓ ὁμοίωσιν αὐτῇ ἀνακαινίζουσα· καὶ λοιπὸν πάντα τὰ παλαιὰ τῆς κακίας ἔργα ἀπορρίψαντες, συνθήκην πρὸς Θεὸν δευτέρου βίου καὶ ἀρχὴν καθαρωτέρας πολιτείας ποιούμεθα, ὡς ἂν καὶ συγκληρονόμοι ἐσόμεθα τῶν πρὸς ἀφθαρσίαν ἀναγεννηθέντων καὶ τῆς αἰωνίου σωτηρίας ἐπιλαβομένων. χωρὶς δὲ βαπτίσματος οὐκ ἔστι τῆς ἀγαθῆς ἐλπίδος ἐκείνης ἐπιτυχεῖν,