Ancient Greek · ~4 min
Chapter 8
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 8.57
Not analysed yet
ἰδοὺ γάρ, ὡς ταῦτα τὰ ῥήματα ἐδεξάμην ταῖς ἀκοαῖς, φῶς γλυκύτατον εἰσέδυ μου τῇ καρδίᾳ, καὶ τὸ βαρὺ ἐκεῖνο τῆς λύπης κάλυμμα, τὸ πολὺν ἤδη χρόνον περικείμενον τῇ καρδίᾳ μου, θᾶττον περιῃρέθη. εἰ οὖν καλῶς εἰκάζω, ἀνάγγειλόν μοι· εἰ δὲ καὶ κρεῖττόν τι τῶν εἰρημένων γινώσκεις, μὴ ἀναβάλλου ἐξ αὐτῆς φανερῶσαί μοι. Αὖθις οὖν ὁ Βαρλαὰμ ἀπεκρίνατο· Ναὶ μήν, κύριέ μου καὶ βασιλεῦ, τοῦτό ἐστι τὸ μέγα μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ἐπ’ ἐσχάτων δὲ τῶν χρόνων φανερωθὲν τῷ γένει τῶν ἀνθρώπων, οὗ τὴν φανέρωσιν πάλαι τῇ τοῦ θείου Πνεύματος χάριτι προήγγειλαν πολλοὶ προφῆται καὶ δίκαιοι, πολυμερῶς καὶ πολυτρόπως μυηθέντες· καὶ μεγαλοφώνως καταγγείλαντες, καὶ πάντες τὴν ἐσομένην σωτηρίαν προορῶντες, ἐπόθουν θεάσασθαι ταύτην, καὶ οὐκ ἐθεάσαντο· ἀλλ’ ἐσχάτη γενεὰ αὕτη ἠξιώθη τὸ σωτήριον δέξασθαι. ὁ πιστεύσας οὖν καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Ὁ δὲ Ἰωάσαφ ἔφη· Πάντα τὰ εἰρημένα σοι ἀνενδοιάστως πιστεύω, καὶ ὃν καταγγέλλεις δοξάζω Θεόν.