Ancient Greek
Chapter 8
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 8.60
Not analysed yet
Ὁ δὲ Βαρλαὰμ τοιαύτας τούτοις ἐδίδου τὰς ἀποκρίσεις· Ἡ μὲν ἀγαθὴ ἐλπίς, ἣν εἴρηκα, τῆς βασιλείας ἐστὶ τῶν οὐρανῶν· αὕτη δὲ γλώσσῃ βροτείᾳ τὸ παράπαν ὑπάρχει ἀνέκφραστος· φησὶ γὰρ ἡ Γραφή· Ἅ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ὅταν δὲ ἀξιωθῶμεν, τὸ παχὺ τοῦτο ἀποθέμενοι σαρκίον, τῆς μακαριότητος ἐκείνης ἐπιτυχεῖν, τότε αὐτός, ὁ καταξιώσας ἡμᾶς μὴ διαμαρτεῖν τῆς ἐλπίδος, διδάξει καὶ γνωριεῖ τῶν ἀγαθῶν ἐκείνων τὴν πάντα νοῦν ὑπερέχουσαν δόξαν, τὸ ἄφραστον φῶς, τὴν μὴ διακοπτομένην ζωήν, τὴν μετὰ ἀγγέλων διαγωγήν. εἰ γὰρ ἀξιωθῶμεν Θεῷ συγγενέσθαι καθ’ ὅσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει, πάντα εἰσόμεθα παρ’ αὐτοῦ ἃ νῦν οὐκ ἴσμεν. τοῦτο γὰρ ἐγώ, ἐκ τῆς τῶν θεοπνεύστων Γραφῶν μεμυημένος διδαχῆς, πάντων μάλιστα βασιλείαν οὐρανῶν τίθεμαι, τὸ πλησίον γενέσθαι τῇ θεωρίᾳ τῆς ἁγίας καὶ ζωαρχικῆς Τριάδος, καὶ τῷ ἀπροσίτῳ φωτὶ αὐτῆς ἐλλαμφθῆναι,