Ancient Greek · ~4 min
Chapter 8
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 8.61
Not analysed yet
τρανότερόν τε καὶ καθαρώτερον καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν ἄρρητον αὐτῆς δόξαν κατοπτρίζεσθαι. εἰ δὲ μὴ δυνατὸν τὴν δόξαν ἐκείνην καὶ τὸ φῶς καὶ τὰ ἀπόρρητα ἀγαθὰ παραστῆσαι λόγῳ, θαυμαστὸν οὐδέν· οὐκ ἂν γὰρ ἦσαν μεγάλα καὶ ἐξαίρετα, εἴ γε ἡμῖν, τοῖς ἐπιγείοις καὶ φθαρτοῖς καὶ τὸ βαρὺ τοῦτο καὶ ἐμπαθὲς σαρκίον περικειμένοις, τῷ λογισμῷ τε κατελαμβάνοντο καὶ τῷ λόγῳ παριστῶντο. οὕτω μὲν οὖν δὴ περὶ τούτων εἰδὼς τῇ πίστει μόνῃ, δέχου ἀνενδοιάστως μηδὲν πεπλασμένον ἔχειν, καὶ δι’ ἔργων ἀγαθῶν ἐπείχθητι τῆς ἀθανάτου βασιλείας ἐκείνης ἐπιλαβέσθαι, ἧσπερ ὅταν ἐπιτύχης, μαθήσῃ τὸ τέλειον. Περὶ ὧν δὲ ἠρώτησας, πῶς ἡμεῖς τοὺς λόγους τοῦ σαρκωθέντος Θεοῦ ἀκηκόαμεν, διὰ τῶν ἱερῶν Εὐαγγελίων ἴσθι πάντα τὰ τῆς θεανδρικῆς οἰκονομίας ἡμᾶς μεμαθηκέναι. οὕτω γὰρ ἡ ἁγία δέλτος ἐκείνη κέκληται, ὡς ἅτε ἀθανασίαν καὶ ἀφθαρσίαν καὶ ζωὴν αἰώνιον καὶ ἁμαρτιῶν ἄφεσιν καὶ βασιλείαν οὐρανῶν τοῖς θνητοῖς ἡμῖν καὶ φθαρτοῖς καὶ ἐπιγείοις εὐαγγελιζομένη ἥνπερ γεγράφασιν