Ancient Greek · ~4 min
Chapter 8
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 8.65
Not analysed yet
ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβών, ἐκεῖ περὶ ὧν ἥμαρτε κολασθῇ, ὁ δὲ ἀγαθός, ἐνταῦθα τιμωρηθεὶς περὶ ὧν ἥμαρτεν, ἐκεῖ τῶν ἀγαθῶν κληρονόμος γένηται· Ἀκούσονται γάρ, φησὶν ὁ Κύριος, οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, ἡνίκα καὶ θρόνοι τεθήσονται, καὶ ὁ Παλαίος τῶν ἡμερῶν καὶ πάντων Δημιουργὸς προκαθίσει, καὶ βίβλοι ἀνοιγήσονται πάντων ἡμῶν τὰς πράξεις, τοὺς λόγους, τὰς ἐνθυμήσεις ἐγγεγραμμένας ἔχουσαι, καὶ ποταμὸς πυρὸς ἕλκεται, καὶ πάντα τὰ κεκρυμμένα ἀνακαλύπτονται. οὐδεὶς ἐκεῖ συνήγορος, ἢ πιθανότης ῥημάτων, ἢ ψευδὴς ἀπολογία, ἢ πλούτου δυναστεία, ἢ ἀξιωμάτων ὄγκος, ἢ δώρων ἄφθονοι δόσεις, κλέψαι τὴν ὀρθὴν κρίσιν ἰσχύουσιν· ἀλλ’ ὁ ἀδέκαστος ἐκεῖνος καὶ ἀληθινὸς δικαστὴς ζυγοῖς δικαιοσύνης πάντα διακρινεῖ, καὶ πρᾶξιν καὶ λόγον καὶ διανόημα. καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ζωὴν αἰώνιον, εἰς τὸ φῶς τὸ ἀνεκφράστου, μετὰ ἀγγέλων εὐφραινόμενοι, τῶν ἀπορρήτων ἀγαθῶν ἀπολαύοντες, καὶ τῇ