Ancient Greek · ~4 min
Chapter 8
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 8.66
Not analysed yet
ἁγίᾳ Τριάδι καθαρῶς παριστάμενοι· οἱ δὲ τὰ φαῦλα πράξαντες καὶ πάντες οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ εἰς κόλασιν αἰώνιον, ἥτις γέεννα λέγεται καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, καὶ βρυγμὸς ὀδόντων, καὶ ἄλλα μυρία κολαστήρια, μᾶλλον δέ, τὸ πάντων χαλεπώτατον, τὸ ἀλλοτριωθῆναι ἀπὸ Θεοῦ καὶ ἀπερρῖφθαι τοῦ γλυκυτάτου προσώπου αὐτοῦ, καὶ τῆς δόξης ἐκείνης στερηθῆναι τῆς ἀνεκδιηγήτου, καὶ τὸ παραδειγματισθῆναι ἐπὶ πάσης τῆς κτίσεως, καὶ τὸ αἰσχυνθῆναι αἰσχύνην πέρας οὐκ ἔχουσαν. μετὰ γὰρ τὸ δοθῆναι τὴν φρικτὴν ἐκείνην ἀπόφασιν, πάντα ἄτρεπτα μενεῖ καὶ ἀναλλοίωτα, μήτε τῆς τῶν δικαίων φαιδρᾶς διαγωγῆς ἐχούσης τέλος, μήτε τῆς τῶν ἁμαρτωλῶν ταλαιπωρίας καὶ κολάσεως λαμβανούσης πέρας· οὔτε γὰρ κριτὴς μετ’ ἐκεῖνον ὑψηλότερος, οὔτε ἀπολογία δι’ ἔργων δευτέρων, οὐ προθεσμία μεταποιήσεως, οὐκ ἄλλη τις μέθοδος τοῖς κολαζομένοις, συνδιαιωνιζούσης αὐτοῖς τῆς τιμωρίας. Τούτων οὕτως ἐχόντων, ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβέσι πολιτείαις, ἵνα καταξιωθῶμεν ἐκφυγεῖν τὴν μέλλουσαν ἀπειλὴν καὶ σταθῆναι ἐκ δεξιῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ; αὕτη γὰρ ἡ στάσις τῶν δικαίων· τοῖς δὲ ἁμαρτωλοῖς ἡ ἐξ εὐωνύμων ἀποκεκλήρωται παναθλία μερίς.