Ancient Greek · ~1 min
Chapter 8
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 8.67
Not analysed yet
ἐκεῖθεν δὲ τοὺς μὲν δικαίους εὐλογημένους ἀποκαλῶν ὁ Δεσπότης εἰς τὴν ἀτελεύτητον βασιλείαν εἰσάγει, τοὺς δὲ ἁμαρτωλούς, μετ’ ὀργῆς καὶ ἀρᾶς ἐκβαλὼν τοῦ προσώπου αὐτοῦ τοῦ ἡμέρου καὶ γαληνοῦ, τὸ πάντων πικρότατον ἅμα καὶ χαλεπώτατον, εἰς κόλασιν ἐκπέμπει αἰώνιον.