Ancient Greek · ~5 min
Chapter 9
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 9.68
Not analysed yet
ὥσπερ οὖν ἐνταῦθα οὐδὲν σκαιὸν καὶ πεπλασμενον ἐδίδαξαν, ἀλλὰ πάντα φαιδρότερον ἡλίου ἔλαμψαν ὅσα τε εἶπον καὶ ἐποίησαν, οὕτω κἀκεῖ ἀληθινὰ ἐδογμάτισαν· ἅτινα καὶ αὐτὸς ὁ Κύριος ἡμῶν καὶ δεσπότης Ἰησοῦς Χριστὸς λόγῳ τε καὶ ἔργῳ ἐπιστώσατο. Ἀμὴν γάρ, φησί, λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται· καὶ αὖθις· Ἔρχεται ὥρα, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως· καὶ πάλιν περὶ τῆς ἀναστάσεώς φησι τῶν νεκρῶν· Οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος· ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· Ὥσπερ γὰρ συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ αἰῶνος τούτου· ἀποστελεῖ ὁ Υἱὸς τοῦ Θεοῦ τοὺς ἀγγέλους αὐτοῦ καὶ συλλέξουσι πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. ταῦτα εἰπών, προσέθετο· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Τοιούτοις μὲν λόγοις καὶ ἑτέροις πλείοσι τὴν τῶν σωμάτων ἡμῶν ἀνάστασιν ὁ Κύριος