Ancient Greek · ~4 min
Chapter 9
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 9.69
Not analysed yet
ἐφανέρωσεν· ἔργῳ δὲ τοὺς λόγους ἐπιστώσατο, πολλοὺς ἐγείρας νεκρούς, πρὸς δὲ τῷ τέλει τῆς ἐπὶ γῆς αὐτοῦ πολιτείας, καὶ τεταρταῖον ἤδη καταφθαρέντα καὶ ὀδωδότα Λάζαρόν τινα φίλον ἑαυτοῦ ἐκ τοῦ μνήματος καλέσας, καὶ ζῶντα τὸν ἄπνουν παραστησάμενος. ἐπὶ τούτοις δὲ καὶ αὐτὸς ὁ Κύριος ἀπαρχὴ τῆς τελείας καὶ μηκέτι θανάτῳ ὑποπιπτούσης ἀναστάσεως γέγονε, σαρκὶ τοῦ θανάτου γευσάμενος, ἀναστὰς δὲ τριήμερος καὶ τῶν νεκρῶν πρωτότοκος γενόμενος. ἠγέρθησαν μὲν γὰρ καὶ ἄλλοι ἐκ τῶν νεκρῶν, ἀλλ’ αὖθις ἀπέθανον καὶ οὐκ ἔφθασαν εἰκόνα τῆς μελλούσης ἀληθινῆς ἀναστάσεως παραστῆσαι· μόνος δὲ αὐτὸς τῆς ἀναστάσεως ἐκείνης ἀρχηγὸς ἐγένετο, πρῶτος τὴν ἀθάνατον ἐγερθεὶς ἀνάστασιν. ταῦτα καὶ οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου ἐκήρυξαν. φησὶ γὰρ ὁ μακάριος Παῦλος, οὗ ἡ κλῆσις οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ οὐρανόθεν γέγονε· Γνωρίζω ὑμῖν, ἀδελφοί, τὸ Εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν· παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς· εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται,