Ancient Greek · ~5 min
Chapter 9
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 9.70
Not analysed yet
πῶς λέγουσί τινες ὅτι ἀνάστασις οὐκ ἔστιν; εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ἡμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἀνομίαις ὑμῶν· εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος· ἐπειδὴ γὰρ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. καὶ μετ’ ὀλίγα· Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε πληρωθήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος· ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; καταργεῖται γὰρ τέλεον ἡ τοῦ θανάτου δύναμις τότε καὶ ἀφανίζεται, μηκέτι ὅλως ἐνεργοῦσα, ἀλλ’ ἀθανασία λοιπὸν καὶ ἀφθαρσία δίδοται τοῖς ἀνθρώποις αἰώνιος. Ἔσται οὖν, ἔσται ἀναμφιλέκτως ἡ τῶν νεκρῶν ἀνάστασις, καὶ τοῦτο ἀνενδοιάστως πιστεύομεν· ἀλλὰ καὶ ἀμοιβὰς καὶ εὐθύνας τῶν βεβιωμένων γινώσκομεν κατὰ τὴν φοβερὰν ἡμέραν τῆς τοῦ Χριστοῦ παρουσίας, δι’ ἧς οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται, ὥς φησί τις τῶν θεηγόρων,