Ancient Greek · ~5 min
Chapter 9
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 9.73
Not analysed yet
πάντας μὲν οὖν, φησί, συνεκάλεσεν ὁ βασιλεὺς ὑψηλῷ κηρύγματι συνελθεῖν εἰς τοὺς γάμους καὶ ἐμφορηθῆναι τῶν ἀπορρήτων ἀγαθῶν ἐκείνων· πολλοὶ δὲ τῶν κεκλημένων ἀμελήσαντες οὐκ ἀπῆλθον, ἀλλ’, ἀπασχολήσαντες ἑαυτούς, οἱ μὲν εἰς ἀγρούς, οἱ δὲ εἰς ἐμπορίας, οἱ δὲ εἰς νεονύμφους γυναῖκας, ἀπεστέρησαν ἑαυτοὺς τῆς λαμπρότητος τοῦ νυμφῶνος. ἐκείνων δὲ ἐθελοντὶ ἀλλοτριωθέντων τῆς τερπνῆς εὐφροσύνης, ἄλλοι προσεκλήθησαν· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἄρατε αὐτόν, καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. οἱ μὲν οὖν παραιτησάμενοι καὶ μηδόλως τῆς κλήσεως ὑπακούσαντες εἰσὶν οἱ μὴ προσδραμόντες τῇ τοῦ Χριστοῦ πίστει, ἀλλ’ εἴτε τῇ εἰδωλολατρείᾳ, εἴτε αἱρέσει τινὶ ἐμμείναντες· ὁ δὲ μὴ ἔχων τὸ τοῦ γάμου ἔνδυμα ἐστὶν ὁ πιστεύσας μέν, πράξεσι δὲ ῥυπαραῖς τὸ νοητὸν ἔνδυμα κηλιδώσας, ὃς καὶ δικαίως ἐξεβλήθη τῆς χαρᾶς τοῦ νυμφῶνος. Καὶ ἄλλην δὲ παραβολὴν ταύτῃ συνᾴδουσαν παρέθηκε, δέκα τινὰς παρθένους τυπώσας, Ὧν αἱ μὲν πέντε ἦσαν φρόνιμοι, αἱ δὲ πέντε μωραί.