Ancient Greek · ~4 min
Chapter 9
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 9.74
Not analysed yet
αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· αἰ δὲ φρόνιμοι ἔλαβον ἔλαιον· διὰ τοῦ ἐλαίου τὴν τῶν ἀγαθῶν ἔργων κτῆσιν σημαίνων. Μέσης δὲ τῆς νυκτός, φησί, κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται· ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ· διὰ τοῦ μεσονυκτίου τὸ ἄδηλον τῆς ἡμέρας ἐκείνης παραστήσας. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι· Αἱ μὲν οὖν ἕτοιμοι ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου, καὶ εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα· αἱ δὲ ἀνέτοιμοι, ἃς εἰκότως μωρὰς ἐκάλεσε, σβεννυμένας τὰς λαμπάδας ἑαυτῶν ὁρῶσαι, ἀπῆλθον ἀγοράσαι ἔλαιον. παραγενόμεναι δὲ κλεισθείσης ἤδη τῆς θύρας, ἔκραζον λέγουσαι· Κύριε, κύριε, ἄνοιξον ἡμῖν· ὁ δέ, φησίν, ἀποκριθεὶς εἶπεν· Ἀμήν, λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς· διὰ τούτων οὖν ἁπάντων δῆλόν ἐστιν ἀνταπόδοσιν εἶναι οὐ μόνον τῶν ἐναντίων πράξεων, ἀλλὰ καὶ ῥημάτων καὶ αὐτῶν τῶν ἐνθυμήσεων. εἶπεν γὰρ ὁ Σωτήρ· Λέγω ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. καὶ αὖθις· Ὑμῶν δέ, φησί, καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί· διὰ τῶν τριχῶν τὰ λεπτότατα τῶν διαλογισμῶν καὶ ἐνθυμήσεων παραδηλώσας.