Ancient Greek
167.1
Joannes Laurentius Lydus, De Mensibus 167.1
Unproofread scanNot analysed yet
P Ῥώμης ἀκρόπολιν πρὸ τῆς παρουσίας Αἰνείου εὑρεῖν ἐπὶ τοῦ τόπου δάφνην κατὰ τύχην καὶ οὕτως πάλιν ἔξαι αὐτὴν ἐκεῖσε διαμένειν· καὶ διὰ τοῦτο καὶ ἐνταῦθα Δάφνην προσαγορεύουσι τὸ Παλάτιον. τὴν 5 δάφνην δὲ οἱ παλαιοὶ τῷ Ἀπόλλωνι καθιεροῦσιν, PS ὅτι πυρὸς πλήρες τὸ φυτὸν ὡς φησιν ὁ Πλούταρχος P καὶ ὁ Ἀπόλλων πῦρ· ὁ ἥλιος γάρ ἐστιν. ὅθεν καὶ ἀπεχθάνεται δαίμοσι τοῦτο τὸ φυτὸν καὶ ἔνθεν ἂν εἴη δάφνη, ἐκποδῶν δαίμονες, ἅν ταῖς μαντείαις καίουσες 10 ταύτῃ οἱ ἄνθρωποι παράστασιν προφητείας δοκοῦσιν PS εὑρῆναι. οἱ παλαιοτέροι δὲ τῷ Ἄρει τὴν δάφνην ἀνετίθησαν, οἱ δὲ μετ’ αὐτοὺς τῷ Ἡλίῳ, ὅθεν καὶ τοὺς νικητὰς τῶν πολεμίων δάφναις ἔστεφον, ὥσπερ τοὺς σωτῆρας πάλιν τῇ ὀρυῖ, διὰ τὸ σωτηρίαν τοῖς πάλαι πρὸ τῆς εὐη- 15 σews τοῦ σίτου τὴν ὀρυὶ γεγενῆσθαι· βαλάνους γὰρ ἤσ- X θιον οἱ παλαιοὶ ἀντὶ σίτου. ὁ δὲ Ἑλπιδιανὸς ἐν τῷ περὶ ἑορτῶν στήγαν τὴν ὑγείαν τῇ Σαβίνων φωνῇ λέγεσθαι XP φησι, δι’ ἧν φύλλα δάφνης ἐπεδίδото τοῖς ἄρχουσι παρὰ τοῦ δήμου τῇ πρώτῃ τοῦ Ἰανουαρίου μηνός· XPS ὑγείας γὰρ ἐστὶν ἐργαστική. οὐδὲ γὰρ ἱερὰ νόσος ἢ 21 δαιμῶν βαρύς ἐνοχλήσει τῷ τόπῳ ἐν ᾧ δάφνη ἐστίν,