Ancient Greek · ~6 min
Page 116
Joannes Philoponus Phil., De aeternitate mundi 116
Not analysed yet
μένουσαν αὐτὴν ἑαυτῇ ἀπαράλλακτον. τούτου οὖν οὕτως ἔχοντος, ὅταν λέγωμεν ‘ἦν ὅτε οὐκ ἦν χρόνος καὶ ἔσται ὅτε οὐκ ἔσται’, τὸ ἦν καὶ τὸ ἔσται οὐ χρονικῶς νοοῦμεν, ἀλλ' ὥσπερ καί, ὅταν λέγωμεν ‘ἦν θεὸς καὶ πρὶν γνῶναι τοὺς ἀνθρώπους’ καὶ ‘ἦν χρόνος’ καὶ ‘ἔστιν θεός’ καὶ ‘ἔστιν χρόνος’ ἢ ὅταν Πλάτων λέγῃ ‘ἀγαθὸς ἦν’, οὐ χρονικὰ τμήματα διὰ τοῦ ἦν καὶ ἔστιν νοοῦμεν ἀλλὰ πρὸς τὴν τοῦ ὑποκειμένου φύσιν αἰῶνος εἶναι δηλωτικά φαμεν τὰ χρονικὰ προσρήματα ταῦτα ἢ καὶ αὐτῆς ψιλῆς τῆς τῶν πραγμάτων ὑπάρξεως, ἐπεὶ ἄλλως φθέγξασθαι ἡμεῖς ἀδυνατοῦμεν ἢ μετὰ χρονικῆς τινος ἐμφάσεως, οὕτω, κἂν εἴπωμεν ‘ἦν ὅτε οὐκ ἦν χρόνος καὶ ἔσται ὅτε οὐκ ἔσται’, τὸ ἦν καὶ τὸ ἔσται οὐ χρονικὸν νοοῦμεν ἀλλὰ τῆς τοῦ αἰῶνος ὑπάρξεώς φαμεν εἶναι σημαντικά· ἦν γὰρ αἰὼν καὶ χρόνου μὴ ὄντος καὶ ἔσται αἰών, ὅτε οὐκ ἔσται χρόνος. κἂν τὸ ποτέ δὲ ἐπὶ τούτου φέρῃ τις οἷον ὅτι ‘ἦν ποτε ὅτε οὐκ ἦν χρόνος καὶ ἔσται ποτὲ ὅτε οὐκ ἔσται χρόνος’, καὶ τὸ ποτέ πάλιν ἐπὶ τοῦ αἰῶνος ἀκουσόμεθα, ὅτι ἔστιν τις τοῦ αἰῶνος ὕπαρξις ἢ παράτασις ἢ ὅπως ἄν τις καλεῖν βούλοιτο, ἐν ᾧ χρόνος οὐκ ἦν, καὶ πάλιν ἔσται αἰών, ὅτε οὐκ ἔσται χρόνος. οὐ γάρ, ὡς εἶπον, τῇ τῶν λέξεων ἀσθενείᾳ ἀλλὰ τῷ σκοπῷ τῶν λεγομένων τὸν νοῦν ἔχοντα προσέχειν δεῖ· ὥσπερ γὰρ καὶ ἐν τῇ περὶ τοῦ θείου νοήσει οὐκ ἐξισχύει μὲν ἡ ἡμετέρα διάνοια ἀφαντάστως αὐτὸ θεωρεῖν, ἀλλ', ὡς καὶ ὁ Πλάτων φησί, συμπαραθεῖ πάντως ταῖς περὶ