Ancient Greek · ~5 min
Page 118
Joannes Philoponus Phil., De aeternitate mundi 118
Not analysed yet
εἶναι λέγουσιν· καὶ διὰ τοῦτό γε Δημόκριτος δείκνυσιν, ὡς ἀδύνατον πάντα γεγονέναι. <Πλάτων δ' αὐτὸν γεννᾷ> μόνος· ἅμα μὲν γὰρ αὐτὸν τῷ οὐρανῷ γεγονέναι, τὸν δὲ οὐρανὸν γεγονέναι φησίν’. ταῦτα μὲν οὖν ἐν τῷ ἕκτῳ λόγῳ διὰ πλειόνων ἀποδειχθήσεται· καὶ ἐν τῷ πρώτῳ <δὲ> δέδεικται, ὡς ἀδύνατον ἄναρχον εἶναι τὴν τοῦ κόσμου ὑπόστασιν· ὁπότερος δ' ἂν τοῦ εἶναι ἤρξατο, εἴτε ὁ χρόνος εἴτε ὁ κόσμος, καὶ τὸν λοιπὸν ἀρχὴν τοῦ εἶναι ἔχειν ἀνάγκη. ὅτι δέ, κἂν συγχωρήσῃ τις τοῦτο τέως ἄδηλον εἶναι, εἴτε ἀρχὴν ἔχει τοῦ εἶναι ὁ κόσμος καὶ ὁ χρόνος εἴτε μή, τό γε νῦν τοῦ φιλοσόφου ἐπιχείρημα, δι' οὗ κατασκευάζειν οἴεται ἄναρχον εἶναι τὸν χρόνον καὶ ἀτελεύτητον, σοφισταῖς μᾶλλον καὶ οὐ φιλοσόφοις ἔπρεπεν, ἱκανῶς ὁ λόγος ἀπέδειξεν. εʹ. Εἰ δέ φησιν παράδειγμα εἶναι τοῦ χρόνου τὸν αἰῶνα καὶ διὰ τοῦτο δεῖ εἶναι ἀεὶ καὶ τὸν χρόνον, ἵνα καὶ ὁ αἰὼν ἀιδίως ὑπάρχῃ παράδειγμα, ἱκανῶς τὸν τοιοῦτον ἠλέγξαμεν ἐν τῷ δευτέρῳ τοῦ φιλοσόφου ἐπιχειρήματι, ἐν ᾧ τὸν περὶ τῶν παραδειγμάτων κεκίνηκε λόγον. εἰ γάρ, ὥσπερ τὸ αὐτοζῷον παράδειγμά ἐστιν τοῦ κόσμου, οὕτω καὶ ὁ μετρητικὸς τῆς ζωῆς τοῦ αὐτοζῴου αἰὼν παράδειγμά ἐστιν τοῦ χρόνου τοῦ μετρητικοῦ τῆς τοῦ κόσμου ὑπάρξεως, δέδεικται δὲ τὸ