Ancient Greek
Page 126
Joannes Philoponus Phil., De aeternitate mundi 126
Not analysed yet
μαρτυρίαν ἐκ τῶν αὐτοῦ συγγραμμάτων κομίσαι τοῦτο σαφῶς διαγορεύουσαν· νῦν δὲ τοῦτο μὲν ποιεῖν οὐκ ἔχουσιν, τῇ δὲ πολλῇ περὶ τὸ λέγειν ἐντρυφῶντες δεινότητι πείθειν ἡμᾶς ἐπιχειροῦσιν, ὡς γεγονέναι τὸν κόσμον ἀκούοντας παρὰ Πλάτωνος μὴ γεγονέναι νοεῖν καὶ ἀρχὴν εἰληφέναι γενέσεως τὸν οὐρανὸν λέγοντος τοῦ ἀνδρὸς πρὶν γενέσθαι οὐκ ὄντα μήτε ἀρχὴν ἔχειν γενέσεως ἀκούειν μήτε ποτὲ μὴ εἶναι ἀλλὰ συναΐδιον τῷ δημιουργήσαντι τὴν ὕπαρξιν ἔχειν. βʹ. Ἐκ ταύτης τοίνυν τῆς ἐννοίας καὶ τὸ ἕκτον τῶν ἐπιχειρημάτων τῷ Πρόκλῳ συντέθειται, μᾶλλον δὲ πάλιν ἡμῖν κἀν τούτῳ τὰ Πορφυρίου μεταγεγράφηκεν· σαφῶς γὰρ ἐκεῖνος ἐν τοῖς εἰς τὸν Τίμαιον ὑπομνήμασιν εἰς κατασκευὴν τοῦ καὶ Πλάτωνι δοκεῖν τὸν κόσμον εἶναι ἀίδιον καὶ τούτῳ τῷ ἐπιχειρήματι χρησάμενος φαίνεται· λαβὼν γάρ, ὅτι ἄφθαρτος κατὰ Πλάτωνα ὁ κόσμος, συνάγει, ὡς ὅτι καὶ ἀγένητος· εἰ γὰρ παντὶ γενομένῳ φθορὰ ἕπεται ἐξ ἀνάγκης, ὡς αὐτὸς ἐν τῷ Φαίδρῳ φησὶν ὁ Πλάτων, ἀκόλουθόν που πάντως κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφήν, εἴ τι μὴ φθείροιτο, τοῦτο μηδὲ γεγονέναι. εἰ οὖν σαφῶς ἄφθαρτον τὸν κόσμον φησὶν εἶναι ὁ Πλάτων, δῆλόν που πάντως, ὅτι καὶ ἀγένητον. οὕτως οὖν τοῦ προκειμένου λόγου ἐκ τῶν ὑστέρων τὰ πρῶτα κατασκευάζοντος, ἐκ τοῦ ἄφθαρτον εἶναι κατὰ Πλάτωνα τὸν κόσμον συνάγοντος, ὅτι καὶ ἀγένητος κατ' αὐτόν, ἔδει μὲν μηδὲν ἴσως ἔχειν ἐκ τούτου [τὸ] πρᾶγμα τὸ σεσοφισμένον τῆς ἐπιχειρήσεως ἀπελέγχον-