Ancient Greek
Page 222
Joannes Philoponus Phil., De aeternitate mundi 222
Not analysed yet
Ἀλεξάνδρου. ‘Οὐχ ὡς ἀμφοτέρων ἐκεῖ γεγραμμένων τοῦ τε ἀγένητόν τι ὂν φθαρήσεσθαι καὶ τοῦ γενόμενον ἀίδιον διαμένειν (τὸ γὰρ δεύτερον μόνον ἐκεῖ γέγραπται, ὡς καὶ αὐτὸς ἐπιφέρει τὸν κόσμον γεγονέναι μέν, ἀίδιον δὲ εἶναι), ἀλλ' ὡς λεγομένου μὲν τούτου, ἑπομένου δὲ τῷ τοῦτο λέγοντι κἀκείνου· τῆς γὰρ αὐτῆς διανοίας τό τε γενόμενόν τι ἄφθαρτον λέγειν καὶ τὸ ἀγένητον φθαρτόν. ἄλλως τε καὶ ἀκολουθεῖ τῷ λέγοντι τὸν κόσμον γεγονέναι μὲν μὴ φθαρήσεσθαι δὲ τὸ καὶ ἀγένητόν τι ὂν φθείρειν· ἡ γὰρ ἀταξία, ἐξ ἧς ὁ κόσμος γέγονεν κατ' αὐτούς, ἀγένητος οὖσα ἐφθάρη εἰς τὴν τάξιν καὶ τὸν κόσμον μεταβάλλουσα. ὅτι γὰρ τὸ ἕτερον μόνον εἴρηται ἐν τῷ Τιμαίῳ, αὐτὸς ἐδήλωσεν ἐπενεγκών, τί ποτέ ἐστιν τὸ εἰρημένον· ‘ἐκεῖ γάρ φησιν τὸν οὐρανὸν γενέσθαι μέν, οὐ μὴν ἀλλ' ἔσεσθαί γε τὸν λοιπὸν χρόνον’.’ Ἀριστοτέλους ἐκ τοῦ ηʹ τῆς φυσικῆς ἀκροάσεως. ‘Ἀλλὰ μὴν περὶ χρόνου ἐξ αἰῶνος ὁμονοητικῶς ἔχοντες φαίνονται πάντες· ἀγένητον γὰρ εἶναι λέγουσιν. καὶ διὰ τούτου γε Δημόκριτος δείκνυσιν, ὡς ἀδύνατον πάντα γεγονέναι· τὸν γὰρ χρόνον ἀγένητον εἶναι. Πλάτων δὲ γεννᾷ μόνος· ἅμα μὲν γὰρ αὐτὸν τῷ οὐρανῷ γεγονέναι, τὸν δὲ οὐρανὸν γεγονέναι φησίν’.