Ancient Greek · ~5 min
Page 290
Joannes Philoponus Phil., De aeternitate mundi 290
Not analysed yet
γεγονέναι καὶ τὴν πρὸς τὸ φθαρτὸν σῶμα σχέσιν ἀναδέξασθαι καὶ ἦν πάντως τὸ ἀίδιον ἐκεῖνο σῶμα. καὶ ἁπλῶς εἰπεῖν εἰ πρὸς τὸν ἑαυτῶν αἱ ψυχαὶ βίον λήξεως τυγχάνουσιν διαφόρου καί, ὥσπερ αἱ φαύλως βεβιωκυῖαι εἰς τοὺς ὑπὸ γῆν καταπέμπονται τόπους, οὕτως αἱ καθάρσεως τυχοῦσαι τῶν περιγείων τόπων ἀποδιδράσκουσιν (τινὲς γοῦν τῶν παρ' αὐτοῖς θεολόγων καὶ τὸν γαλαξίαν καλούμενον κύκλον λῆξιν εἶναι καὶ χώραν ψυχῶν λογικῶν ἀπεφήναντο), εἰ οὖν ταῦτα παισὶν Ἑλλήνων δοκεῖ, ἀιδίῳ δέ τινι σώματι πρώτως ἡ ψυχὴ ἐπιβέβηκεν καὶ τοῦτο αὐτῆς ἀιδίως ἐξήρτηται, ἀνάγκη πᾶσα κατιούσης αὐτῆς ἐνταῦθα, ὁπηνίκα καὶ τὸ θνητὸν ἀμπέχεσθαι μέλλῃ σῶμα, ἄνωθεν μέχρι γῆς τὴν κατ' εὐθεῖαν κινεῖσθαι κίνησιν ἐκεῖνο τὸ ἀίδιον σῶμα· αὐτὴ μὲν γὰρ ἡ ψυχὴ σώματος οὖσα χωρὶς καὶ τόπου καὶ κινήσεως ἐξῄρηται· οὐδὲν δὲ σῶμα, κἂν ἀθάνατον ᾖ, τόπον ἐκ τόπου ἀμείβειν δύναται ἄνευ κινήσεως· ἡ δὲ ἄνωθεν κάτω κίνησις εὐθυφορία ἐστίν· ὥστε καὶ ἄνευ τῆς πρὸς τὸ παχὺ τοῦτο σῶμα σχέσεως αὐτὸ καθ' αὑτὸ κατ' εὐθεῖαν ἐκεῖνο κινηθήσεται· οὐδὲν δὲ τῶν κατ' εὐθεῖαν κινουμένων ἀίδιον, ὡς καὶ πρότερον δέδεικται. καʹ. Τοῦτον δέ τινες τὸν λόγον λίαν εὐήθως λύειν ἐπιχειροῦντες ὥς φασιν ἑλικοειδῶς αὐτὸ τὴν ἄνωθεν κάτω κινεῖσθαι κίνησιν, ἵν' ὡς οἷόν τε καὶ τῆς τῶν