Ancient Greek · ~5 min
Page 292
Joannes Philoponus Phil., De aeternitate mundi 292
Not analysed yet
τον ἀναπλάττει σχῆμα· διττῆς γὰρ οὔσης τῆς τῶν πλανωμένων κινήσεως καὶ πάντων μὲν τῇ ἀπλανεῖ σφαίρᾳ συμπεριαγομένων κατὰ τὸν ἰσημερινὸν κινουμένῃ κύκλον, ἑκάστου δὲ ἰδίαν περιαγομένου κίνησιν κατὰ τὸν λοξόν τε καὶ ζῳδιακὸν καλούμενον κύκλον, ἀμφοτέρας τὰς κινήσεις ἡ ἡμετέρα ἐπίνοια μίξασα (τήν τε καθ' ἡμέραν φημὶ τοῦ ἡλίου μετὰ τοῦ παντὸς περίοδον καὶ ἔτι τὴν κατὰ βραχὺ τοῦ αὐτοῦ τούτου ἐπὶ τὰ βόρεια ἢ ἐπὶ τὰ νότια τοῦ ἰσημερινοῦ λόξωσιν) τὴν ἕλικα ἐν τῇ φαντασίᾳ ἀνέπλασεν, ἑκάστου δηλονότι τῶν οὐρανίων αὐτοῦ καθ' αὑτὸ ἀπηκριβωμένον ἐκπεριερχομένου κύκλον. κἂν εἴ τι δὲ τῶν ὑπὸ σελήνην σωμάτων ἢ διὰ τὸ σχῆμα τοῦ μεγέθους, ἐφ' οὗ ἡ κίνησις γίνεται, ἑλικοειδῶς κινεῖται, ὥσπερ ἐπὶ τῶν κοχλιοειδῶν καλουμένων κλιμάκων συμβαίνει, ἢ καὶ ἄλλως καθ' ὁρμὴν οἰκείαν οὕτω κινηθείη, οὐδεὶς ἂν τολμήσειε φυσικὴν τῶν σωμάτων τούτων τὴν τοιαύτην εἰπεῖν κίνησιν· καὶ γὰρ καὶ τὰ κηρύκια καὶ αἱ πορφύραι καὶ εἴ τι τοιοῦτο ἄλλο εἴη οὐχ ὁρμῇ φυσικῇ σώματος ἑλικοειδῆ ποιεῖται τὴν κίνησιν ἀλλὰ ψυχικῇ δυνάμει διὰ τὸ σχῆμα τοῦ ὀστράκου τοῦ περιέχοντος· ὥσπερ γὰρ οὐδέ, εἰ ἐπὶ σφαίρας κινοῖτο μύρμηξ, κατὰ φύσιν κυκλοφορεῖσθαί τις αὐτὸν φήσειεν, ἀλλ' οὐδὲ τὴν ἐπὶ τὰ πλάγια τῶν ζῴων κίνησιν φυσικὴν εἶναι τῶν σωμάτων φαμέν (ἡ γὰρ φύσις ἐπὶ τὸ κάτω τὰ βαρέα κινεῖ), τὸ δὲ σχῆμα ἢ ἡ τῆς ψυχῆς ὁρμὴ τῆς τοιαύτης ἐστὶν αἰτία κινήσεως, οὕτω δὴ