Ancient Greek
Page 366
Joannes Philoponus Phil., De aeternitate mundi 366
Not analysed yet
οἰκίας τῷ ὑποκειμένῳ ἐπιγέγονεν εἶδος, τοῦ δὲ ἐσχάτου ἐπιτεθέντος κεράμου ἀχρόνως <τῷ> ὑποκειμένῳ τὸ εἰρημένον ἐπιγίνεται εἶδος. τὸ αὐτὸ καὶ ἐπὶ τῶν φυσικῶν εἰδῶν συμβαίνει· εἰ γὰρ πρὶν τοῦ ὡρισμένου τῇ φύσει χρόνου μίαν καὶ μόνην ἡμέραν ἢ καὶ ὥραν πρὸ τῆς [τοῦ] τελείας τοῦ ζῴου συμπήξεως τῆς μήτρας χωρισθείη τὸ ἔμβρυον, ἅτε δὴ μὴ τελειωθὲν ὑπὸ τῆς δημιουργοῦ φύσεως φθείρεται ἐξ ἀνάγκης ὡς δὴ τελείας τοῦ ζῴου ἰδέας μὴ γενομένης τῷ ὑποκειμένῳ· ὥστε ἀχρόνως τὰ εἴδη τοῖς ὑποκειμένοις παραγίνεται. εἰ δὲ τοῦτο, καὶ ἄνευ γενέσεως· πᾶσα γὰρ γένεσις ἐν χρόνῳ. τὸν αὐτὸν δὲ τρόπον καὶ ἡ εἰς τὸ μὴ ὂν αὐτῶν ἀνάλυσις ἀχρόνως γίνεται· ὅταν γὰρ εἰς τελείαν ἀναρμοστίαν ἔλθῃ τὸ κεκραμένον σῶμα, τότε ἀχρόνως ὑπαναχωρεῖ καὶ ἀποσβέννυται τοῦ ὑποκειμένου τούτου τὸ εἶδος, ὥσπερ ἐπὶ λυχνιαίας φλογὸς κατὰ βραχὺ μὲν μαραινομένης, μενούσης δὲ ἔτι φλογὸς καὶ ἀχρόνως ἀποσβεννυμένης. εἰ δὲ ἀχρόνως ἀπόλλυται, καὶ χωρὶς φθορᾶς ἐξ ἀνάγκης· πᾶσα γὰρ φθορὰ ἐν χρόνῳ γίνεται, ἐπεὶ καὶ μεταβολὴ πᾶσα. ἄνευ γενέσεως ἄρα ὑφίσταται τὰ εἴδη καὶ ἄνευ φθορᾶς ἀπόλλυται. τὸ γινόμενον οὖν ἐστιν, φασίν, τὸ ὑποκείμενον καὶ ἡ ὕλη, γίνεται δὲ εὐεργόν τε καὶ ἐπιτήδειον εἰς καταδοχὴν τοῦ εἴδους. ἐπειδὰν οὖν τοῦτο ἐπιτήδειον τῷ χρόνῳ γένηται, ἀχρόνως αὐτῷ τὸ εἶδος ἐπιγίνεται. εἰ οὖν γίνεται εὐεργὸν τὸ ὑποκείμενον, τὸ δὲ ὑποκείμενον οὐκ ἐκ μὴ ὄντος γίνεται ἀλλ' ἐξ ὄντος, οὐδὲν ἄρα ἐκ μὴ ὄντος γίνεται.