Ancient Greek · ~6 min
Page 368
Joannes Philoponus Phil., De aeternitate mundi 368
Not analysed yet
παράγεται. ἀχρόνως δὲ τὸν θεὸν παράγειν χρόνου ὄντα δημιουργὸν ἀνάγκη. ὅτι μὲν οὖν πάντα τὰ ἔνυλα εἴδη ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παράγεται, μετὰ τῆς λογικῆς ἀποδείξεως καὶ αὐτοὶ συμφώνως ἡμῖν ὁμολογοῦσιν. ἔνυλον δὲ εἶδος εἶναι τὸ τοῦ οὐρανοῦ καὶ τὸ τοῦ κόσμου παντός, εἴπερ σῶμά ἐστιν ὁ κόσμος, ὡμολόγηται. οὐκοῦν, εἰ γίνοιτο, τουτέστιν εἰ μὴ πρότερον ὂν αὖθις εἰς τὸ εἶναι παράγοιτο, ἐκ μὴ ὄντος καὶ αὐτὸ γεγονέναι ἀνάγκη καὶ οὐκ ἐξ ὄντος. ὅτι δὲ καὶ ἡ ὕλη, εἴπερ γένοιτο, ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται καί, εἰ φθείροιτο, πάλιν εἰς τὸ μηδαμῇ μηδαμῶς <ὂν> ἀναλύεται, ἐν τῷ ἑνδεκάτῳ λόγῳ, ἐν ᾧ τὸν περὶ τῆς ὕλης ἡμῖν ὁ φιλόσοφος προὔτεινεν λόγον, ἀποδειχθήσεται· ἐκεῖθεν οὖν τὰς πίστεις ὁ βουλόμενος λαμβανέτω, ἵνα μὴ πολλάκις τὰ αὐτὰ γράφωμεν. εἰ τοίνυν καὶ τὸ εἶδος ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παράγεται, ὡς καὶ αὐτοῖς δοκεῖ, καὶ ἡ ὕλη δὲ πάλιν, ὡς ἀποδείκνυσιν ὁ λόγος, οὐδὲν δὲ ἕτερόν ἐστιν παρὰ ταῦτα τὸ σύνθετον, καὶ τὸ σύνθετον ἄρα οὐκ ὂν ἀίδιον, εἰ καθ' ὅλον αὐτὸ γίνοιτο, ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραχθήσεται. οὐδὲν ἄρα τῶν γινομένων καθὸ γίνεται ἐξ ὄντος γίνεται καὶ διὰ τοῦτο οὐδὲ τῶν φθειρομένων οὐδὲν καθὸ φθείρεται εἰς ὂν ἀναλύεται ἀλλ' εἰς μὴ ὄν· τὰ γὰρ μερικὰ πάντα γινόμενα καὶ φθειρόμενα οὐ κατὰ τὸ συναμφότερον, κατὰ δὲ τὸ εἶδος μόνον γίνεταί τε καὶ φθείρεται· ὅθεν ἐξ ὕλης τε γίνεται καὶ εἰς ὕλην πάλιν ἀναλύεται.