Ancient Greek · ~6 min
Page 370
Joannes Philoponus Phil., De aeternitate mundi 370
Not analysed yet
Πρόκλος καὶ ποιοῦσιν μὲν εὐεργὸν τὴν ὕλην οἱ τεχνῖται, καθόσον δὲ προκόπτουσιν εἰς τὸ ποιεῖν ὕλην, κατὰ τοσοῦτον παραγίνεται τὸ εἶδος, οὐκ ἀχρόνως δὲ προκόπτουσιν εἰς τὸ ποιεῖν ὕλην, οὐκ ἀχρόνως ἄρα τὸ εἶδος τῇ ὕλῃ παραγίνεται· καὶ εἰ τὸ μὴ ἀχρόνως ὑφιστάμενον διὰ γενέσεως εἰς τὸ εἶναι παράγεται, ὥσπερ ἄρα προκόπτουσιν εἰς τὸ ποιεῖν τὴν ὕλην οἱ τεχνῖται, οὕτω καὶ εἰς τὸ ποιεῖν εἶδος προκόπτουσιν. ὁ αὐτὸς καὶ περὶ τῶν ὑπὸ φύσεως γινομένων ἁρμόσει ὁ λόγος· ἡ γὰρ τέχνη τῆς φύσεώς ἐστιν μίμημα. ἔτι εἰ οὐ γίνεται τὸ τῆς οἰκίας εἶδος, οὐδὲ ὁ οἰκοδόμος αὐτὸ ποιεῖ, εἰ δὲ μὴ ποιῇ τὸ τῆς οἰκίας εἶδος ὁ οἰκοδόμος, οὐδ' ἂν εἴη ὁ οἰκοδόμος οἰκοδόμος, οὐδ' ὁ ναυπηγὸς ναυπηγὸς ἂν εἴη, οὐδ' ἂν οἰκία γίνεσθαι λέγοιτο, οὐ ναῦς, οὐχ ἱμάτιον, οὐκ ἄλλο οὐδέν· οὐ γὰρ ἡ τῆς νεὼς ὕλη ναῦς ἐστιν οὐδὲ ἡ τοῦ ἱματίου ἱμάτιον οὐδὲ ἡ τῆς οἰκίας οἰκία, ἵνα τῆς τούτων ὕλης εὐεργοῦ γενομένης λέγοιτο ταῦτα γίνεσθαι. εἰ οὖν τὴν ὕλην μόνον εὐεργὸν οἱ τεχνῖται ποιοῦσιν, τὸ δὲ εἶδος τῆς νεὼς ἀχρόνως ἄνευ γενέσεως παραγίνεται, οὔτε οἰκία ἄρα [παρα]γίνεται οὔτε ναῦς οὔτε ἄλλο οὐδέν, ὑλοποιοὺς κλητέον τοὺς τεχνίτας, οὐκ εἰδοποιούς, καὶ τὴν γένεσιν ὑλοποιίαν ὀνομαστέον, οὐκ εἰδοποιίαν. καὶ τὴν χρῆσιν δὲ τῶν ἀνθρώπων ἀναιρετέον ἅπασαν, οὐ μόνον τὴν κοινὴν ἀλλὰ καὶ τὴν τῶν σοφῶν ἁπάντων· ‘τρέπεσθε γὰρ ὑμεῖς’, πρὸς τὰ οὐράνιά φησιν ὁ παρὰ Πλάτωνι δημιουργός, ‘ἐπὶ τὴν τῶν θνητῶν ζῴων δημιουργίαν’, καὶ ‘ἄνθρωπος ἄνθρωπον γεννᾷ’