Ancient Greek · ~6 min
Page 372
Joannes Philoponus Phil., De aeternitate mundi 372
Not analysed yet
τῶν πρός τι γὰρ ἡ ὕλη καὶ τὸ εἶδος καὶ θάτερον χωρὶς τοῦ ἑτέρου εἶναι ἀδύνατον καί, ὡς θάτερον ἔχει, οὕτω καὶ τὸ λοιπὸν ἔχειν ἀνάγκη· πάντα γὰρ τὰ πρός τι τοιαῦτα. εἰ οὖν ἡ τοῦ εἴδους τελειότης ἀχρόνως παραγίνεται, καὶ ἡ τῆς ὕλης ἄρα τελειότης, καθὸ ὕλη ἐστίν, ὅτε καὶ ὄντως ἐστὶν ὕλη, ἀχρόνως ὑφίσταται. εἰ οὖν τὰ ἀχρόνως τὴν οἰκείαν ἀπολαμβάνοντα τελειότητα οὐ γίνεται καὶ ἡ εὐεργὸς δὲ καὶ ὄντως ὕλη ἀχρόνως τὴν ἑαυτῆς καθὸ ὕλη ἐστὶν ἀπολαμβάνει τελειότητά τε καὶ δύναμιν, ὅτε καὶ τὸ εἶδος ἅμα αὐτῇ ἐπιγίνεται, οὐδ' ἄρα ἡ ὕλη γίνεται. εἰ οὖν μήτε ἡ ὕλη γίνεται μήτε τὸ εἶδος, τί ἔσται λοιπὸν τὸ γινόμενον; οὐδὲν γάρ ἐστιν τούτων μεταξύ· ἐξ ὕλης γὰρ καὶ εἴδους μόνον τὰ σύνθετα σύγκειται καὶ οὐδενὸς μέσου τοῦ ἁρμόζοντος αὐτὰ δεῖται, ὡς καὶ Ἀριστοτέλει δοκεῖ. ἐν οὖν τῷ τέμνειν τὸν λαοξόον καὶ ξέειν τοὺς λίθους, εἰ μήτε εἶδος οἰκίας ποιῇ διὰ τὴν αὐτῶν ὑπόθεσιν μήτε ὕλην διὰ τὴν ἐκ τῆς ὑποθέσεως αὐτῶν ἑπομένην τοῦ λόγου ἀνάγκην, τί ἂν εἴη λοιπὸν ποιῶν; ἢ τί ἔσται τὸ γιγνόμενον; ἢ οὐδὲν ποιεῖν τι ξέοντα τοὺς λίθους τὸν οἰκοδόμον φήσουσιν; εἰ οὖν ποιεῖ τι ξέων τοὺς λίθους καὶ ἁρμόζων, ἢ τὴν ὕλην τῆς οἰκίας ποιεῖν ἀνάγκη πάντως ἢ τὸ εἶδος. κἂν ὕλην δὲ ποιῇ, ἐπεί, καθόσον ἡ ὕλη γίνεται, κατὰ τοσοῦτον αὐτῇ παραγίνεται τὸ εἶδος, καὶ τὸ εἶδος ἄρα ἐν χρόνῳ παραγίνεται· εἰ δὲ ἐν χρόνῳ, καὶ διὰ γενέσεως ἐξ ἀνάγκης, ὡς ἤδη εἴπομεν· οὐ γὰρ ἂν ἐδεῖτο χρόνου εἰς ὕπαρξιν, εἰ μὴ καὶ