Ancient Greek
Page 388
Joannes Philoponus Phil., De aeternitate mundi 388
Not analysed yet
φύσιν, ἐφ' ὃν καὶ ἠπείγετο τὰ μέρη, ὅτε ἐν τῷ παρὰ φύσιν ὑπῆρχε τόπῳ. ὅτι μὲν οὖν ὁ τοῦ ὅλου στοιχείου οἰκεῖος καὶ κατὰ φύσιν τόπος οὗτος καὶ τοῦ μέρους ἐστὶν καὶ κατὰ φύσιν, δέδεικται· ἐπανιτέον δὲ πάλιν εἰς τὸ προκείμενον. εἰ τὸ παρὰ φύσιν ἔκστασίς ἐστιν τοῦ κατὰ φύσιν καὶ τοῦ παρὰ φύσιν πρότερόν ἐστιν τὸ κατὰ φύσιν, ὡς καὶ αὐτὸς ὁ Πρόκλος ἐν τούτοις εἴρηκεν (οὐ γὰρ ἐνδέχεται τὸ παρὰ φύσιν εἶναι μὴ ὄντος τοῦ κατὰ φύσιν· τὸ γὰρ παρ' ὁτιοῦν ὂν ὄντος ἐκείνου, παρ' ὅ ἐστιν, εἴη ἄν), τὰ ἄρα ἐν τῷ παρὰ φύσιν ὄντα τόπῳ τῶν στοιχείων μέρη ἐν τῷ κατὰ φύσιν τόπῳ πρότερον ἦν· εἰ γὰρ μὴ ἦν πρότερον ἐν τῷ κατὰ φύσιν τόπῳ, οὐδ' ἂν νῦν ἐν τῷ παρὰ φύσιν ἦν· τὸ γὰρ ἐν τῷ παρὰ φύσιν ὂν ἐκστὰν τοῦ κατὰ φύσιν οὕτως ἐν τῷ παρὰ φύσιν γέγονεν· ὥστε πρὶν ἐν τῷ παρὰ φύσιν τόπῳ γένηται, πρότερον ἦν ἐν τῷ κατὰ φύσιν τόπῳ. εἰ δὲ ἐν τῷ κατὰ φύσιν ὂν τόπῳ πρότερον νῦν ἐστιν ἐν τῷ παρὰ φύσιν, οὐκ ἄρα τὸ ἐν τῷ κατὰ φύσιν ὂν τόπῳ διὰ τὸ ἔχειν τὸ κατὰ φύσιν ἀμετάβλητόν ἐστιν· μεταβάλλεται γὰρ ἐκ τοῦ κατὰ φύσιν τόπου, ἐν ᾧ πρότερον ἦν, εἰς τὸν παρὰ φύσιν, ἐν ᾧ νῦν ἐστιν. οὐδ' ἄρα τὰς τῶν στοιχείων ὁλότητας δι' αὐτὸ τὸ ἐν τῷ κατὰ φύσιν εἶναι τόπῳ ἀνεπιδέκτους εἶναι μεταβολῆς ἀνάγκη. οὐκοῦν οὐδὲ τὸ πᾶν τὸ ἐξ αὐτῶν συγκείμενον μεταβολῆς ἐστιν ἀνεπίδεκτον, ὅπερ ἐν τούτοις συνάγειν ἐκ ψευδοῦς ὑποθέσεως ὁ Πρόκλος ἔδοξεν· τῶν γὰρ μερῶν