Ancient Greek
Page 411
Joannes Philoponus Phil., De aeternitate mundi 411
Not analysed yet
τῇ οἰκίᾳ καὶ τῇ νηὶ οὐκέτι ἡ αὐτὴ ὑποβέβληται ὕλη· μεταβάλοι γὰρ ἂν ἡ ναῦς εἰς κλίνην καὶ θύραν καὶ ὅσα ἐκ ξύλων συνέστηκεν καὶ ἡ οἰκία εἰς θέατρον εἰ τύχοι καὶ ὅσα ἐκ λίθων γίνεται διὰ τὸ μένειν τὸ ὑποκείμενον καὶ τὴν ὕλην ἀμετάβλητον κοινὴν οὖσαν τῶν εἰρημένων πάντων, κλίνης μὲν εἰ τύχοι καὶ πλοίου τὰ ξύλα, θεάτρου δὲ καὶ οἴκου τοὺς λίθους· οὐκέτι μέντοι εἰς ἱμάτιον μεταβάλλειν τὴν οἰκίαν ἐνδέχεται· ἡ γὰρ ὕλη τῆς τε οἰκίας καὶ τοῦ ἱματίου διάφορος. οὐδὲν ἄρα μεταβάλλειν εἰς ἕτερόν τι δυνήσεται μὴ μιᾶς καὶ τῆς αὐτῆς ἀμφοῖν ὑποκειμένης ὕλης. ὥσπερ οὖν ἐνταῦθα ἐπὶ τῶν τεχνητῶν, ὅσα μὲν ὁμόϋλά ἐστιν, οἷον τὰ ἐκ χαλκοῦ δημιουργήματα, διὰ τὸ μίαν καὶ τὴν αὐτὴν τοῦ χαλκοῦ ὕλην αὐτοῖς ὑποκεῖσθαι ἅπαντα μεταβάλλειν εἰς ἄλληλα δύναται αὐτοῦ τοῦ χαλκοῦ ἐν τῇ μεταβολῇ τῇ ἐκείνων ἀμεταβλήτου μένοντος κατὰ τὸν ἴδιον τῆς φύσεως λόγον, τὰ δὲ μὴ ὁμόϋλα εἰς ἄλληλα μεταβάλλειν οὐ δύναται, οὕτω δήπουθεν, εἰ μὴ μία τις ἅπασιν τοῖς φυσικοῖς σώμασιν ὕλη ὑπέκειτο ἀμετάβλητος αὐτὴ ὑπομένουσα, οὐκ ἂν ἅπαντα τὰ φυσικὰ σώματα μεταβάλλει εἰς ἄλληλα. μίαν ἄρα καὶ κοινὴν εἶναι πάντων τῶν φυσικῶν σωμάτων τὴν ὕλην ἀνάγκη. καὶ ὥσπερ ὁ χαλκὸς αὐτὸς καθ' αὑτὸν ἀσχημάτιστός ἐστιν μηδὲν σχῆμα τῶν, ὅσα δέχεται, συμπληρωτικὸν τῆς ἰδίας ἔχων φύσεως, οὕτω δὴ καὶ τὴν κοινῶς πᾶσι τοῖς φυσικοῖς σώμασιν