Ancient Greek · ~6 min
Page 510
Joannes Philoponus Phil., De aeternitate mundi 510
Not analysed yet
έξει· τὰ γὰρ μέρη ὑπὸ τοῦ ὅλου καὶ παντὸς περιέχεται· ὅλον δέ ἐστιν καὶ πᾶν τὸ ἐκ πάντων τῶν μερῶν αὑτοῦ συγκείμενον· εἰ δέ τι τῶν μερῶν ἐλλείψοι, οὐκέτι τὸ ὅλον ἐστὶν ὅλον οὐδὲ τὸ πᾶν ἔτι ἐστὶν πᾶν· εἰ γὰρ τῷ ἀνδριάντι ποὺς ἐλλείψοι, οὐκέτι ἔσται ὅλος ἀνδριάς, οὐδ' εἰ τοῦ δήμου φέρε τοῦ τῶν Ἀθηναίων τινὲς ἀπολείπωνται, ὅλος ἔτι ἐστὶν ὁ τῶν Ἀθηναίων δῆμος. εἰ οὖν προστάσσει ὁ δημιουργὸς τὰ θνητὰ ζῷα γενέσθαι, ἵνα τὸ πᾶν τόδε ὄντως πᾶν ᾖ, δῆλον ἄρα, ὅτι, εἰ μὴ γεγόνει τὰ θνητὰ ζῷα, οὐκέτι τὸ πᾶν τόδε ὄντως πᾶν ἦν. οὐκοῦν, εἰ τὸ πᾶν ἐλλείποντός τινος τῶν μερῶν οὐκέτι ἐστὶν πᾶν, ὡς ἐδείξαμεν, μὴ γενομένων δὲ τῶν θνητῶν ζῴων τὸ πᾶν τόδε οὐκ ἦν ὄντως πᾶν, ὡς Πλάτων φησίν, δῆλον ἄρα, ὅτι μέρος εἶναι τοῦ παντὸς τὰ θνητὰ ζῷα ὁ Πλάτων βούλεται. καὶ τί μοι δεῖ συλλογισμῶν ἐξὸν διαρρήδην παραθέσθαι βοῶντα Πλάτωνα, ὡς μέρη τοῦ κόσμου εἰσὶν πάντα τὰ ἐν τῷ κόσμῳ ζῷα, καθ' ἓν δὲ ἕκαστον αὐτῶν καὶ κατὰ γένη, καὶ τὰ λοιπὰ πάντα ὁρατὰ σώματα; ἐν γὰρ τῷ αὐτῷ Τιμαίῳ πρὸ τῶν προκειμένων ῥημάτων περί τε τοῦ κόσμου καὶ τοῦ, πρὸς ὃ γέγονεν, παραδείγματος ταῦτά φησιν ὁ Πλάτων ἐπὶ λέξεως ‘τούτου δὲ ὑπάρχοντος αὖ τὰ τούτοις ἐφεξῆς ἡμῖν λεκτέον, τίνι τῶν ζῴων αὐτὸν εἰς ὁμοιότητα ὁ ξυνιστὰς ξυνέστησεν. τῶν μὲν <οὖν ἐν> μέρους εἴδει πεφυκότων μηδενὶ καταξιώσωμεν·