Ancient Greek · ~6 min
Page 509
Joannes Philoponus Phil., De aeternitate mundi 509
Not analysed yet
ἕξει, δεῖ δέ, εἰ μέλλοι τέλειος ἱκανῶς εἶναι. δι' ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν. ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως πᾶν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν θνητῶν ζῴων δημιουργίαν μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν’. σκοπεῖν ἄξιον, ὡς τῶν θνητῶν ζῴων μὴ γενομένων, ἐνύδρων τε καὶ χερσαίων καὶ ἀερίων (ταῦτα γὰρ λέγει τρία γένη), τὸν οὐρανὸν εἶναί φησιν ὁ Πλάτων ἀτελῆ, οὐρανὸν συνήθως τὸν κόσμον καλῶν· οὕτω γὰρ καὶ ἐν ἀρχῇ εἶπεν ‘ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος ἢ καὶ ἄλλο, ὅτι ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω’ καὶ ἐν πολιτικῷ πάλιν ‘ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν’. εἰ οὖν τέλειον μέν ἐστιν, ᾧ μηδὲν τῶν μερῶν ἐλλείπει, ἐλλειπόντων δὲ τῶν θνητῶν ζῴων ἀτελὴς ὁ κόσμος, μέρη ἄρα τοῦ κόσμου ἐστὶν τὰ θνητὰ ζῷα· εἰ γὰρ μὴ <μέρη> ἦν τοῦ κόσμου τὰ θνητὰ ζῷα, μὴ γενομένων δηλονότι τῶν θνητῶν ζῴων οὐδὲν ἂν τῷ κόσμῳ μέρος ἔλειπεν. πῶς οὖν μηδενὸς μέρους ἐλλείποντος ἀτελὴς εἶναι ὁ κόσμος ἤμελλεν τῶν θνητῶν ζῴων μὴ γινομένων; κατανοεῖν δὲ πάλιν ἄξιον, πῶς οὐκ εἶπεν ὁ Πλάτων ‘τούτων δὲ μὴ γινομένων ὑμεῖς ἀτελεῖς ἐστε οἱ δημιουργοῦντες αὐτὰ διὰ τὸ ἀτελὲς εἶναι τὸ ἀποτελοῦν μὴ ὄντος τοῦ ἀποτελέσματος’, ἀλλ' ‘οὐρανὸς ἀτελὴς ἔσται’, τουτέστιν ὁ κόσμος· τὰ γὰρ πάντα ἐν αὑτῷ ἔτι γένη τῶν ζῴων οὐ περι-