Ancient Greek · ~5 min
Page 512
Joannes Philoponus Phil., De aeternitate mundi 512
Not analysed yet
αὐτοῦ ἐστιν καθ' ἓν καὶ κατὰ γένη. καὶ σκόπει, ὡς οὐ μόνον τὰ γένη τῶν ζῴων μέρη εἶναί φησιν τοῦ παντὸς κόσμου, ἀλλὰ καὶ καθ' ἓν ἕκαστον ἄτομον, οἷον Σωκράτην καὶ Πλάτωνα καὶ τόνδε τὸν ἵππον καὶ τόνδε τὸν λίθον, καὶ μέρη συγγενῆ αὐτοῦ κατὰ φύσιν ὑπάρχοντα, ὡς ἠκούσαμεν Πλάτωνος λέγοντος, καὶ οὐκ ἔκφυλα καὶ ξένα τῆς τοῦ οὐρανοῦ φύσεως ἄλλο τι ὄντος παρὰ τὴν τῶν στοιχείων φύσιν, ἐξ ὧν τὰ ὁρατὰ πάντα συνέστηκεν, ὡς νῦν ἡμᾶς παρακρούεται ὡς ἐν προσχήματι τοῦ ὑφηγεῖσθαι τὰ Πλάτωνος ἔκφυλα μὲν τῷ ὄντι καὶ ξένα τῆς ἐκείνου διδασκαλίας ἡμῖν ἐπεισάγων, αὐτῇ δὲ τῇ ἀθετήσει τῶν αὐτοῦ δογμάτων αὐτὸν ἐφυβρίζων· οὔτε γὰρ συσκιάσαι δεδύνηται τὴν ἀλήθειαν καὶ αὐτῷ τῷ φαίνεσθαι μὴ ἀρεσκόμενος τοῖς ὑπὸ τοῦ Πλάτωνος ἐναργῶς εἰρημένοις φανερῶς αὐτὸν ἐφυβρίζων φαίνεται. γιʹ. Ταῦτα μὲν ἐπὶ τοσοῦτον. καιρὸς δ' ἂν εἴη λοιπόν, ὅπερ <ποιήσειν ἐπηγγειλάμην, αὐτοῦ τοῦ Πλάτωνος> ἀναγνῶναι ῥήματα, δι' ὧν ἄνευ πάσης ἀμφιβολίας καὶ ἐπικρύψεως ἐκ τῶν τεσσάρων στοιχείων τὸ οὐράνιον σῶμα συνίστησιν, εἶτα ἐφεξῆς καὶ τὰς τῶν ἄλλων φιλοσόφων περὶ αὐτοῦ μαρτυρίας παραθέσθαι. Πλάτωνος ἐκ τοῦ Τιμαίου, ὅτι ἐκ τῶν τεσσάρων στοιχείων μόνων ὁ οὐρανὸς καὶ ὁ ὅλος συνέστηκε κόσμος. ‘Διὰ ταῦτα οὔτε δύο οὔτε ἀπείρους ἐποίησεν ὁ ποιῶν κόσμους, ἀλλ' εἷς ὅδε μονογενὴς οὐρανὸς ἔστι