Ancient Greek · ~5 min
Page 571
Joannes Philoponus Phil., De aeternitate mundi 571
Not analysed yet
γινομένων κινήσει, κἂν τὰ γινόμενα ποτὲ μὲν εἴη ποτὲ δὲ μὴ εἴη, ἡ δὲ τοῦ θεοῦ βούλησις αὐτῷ τῷ εἶναι παράγει ὃ βούλεται, ὥς φησιν ὁ Πρόκλος, ἡ βούλησις ἄρα τοῦ θεοῦ ἀμερῶς καὶ ἀμεταβάτως κατὰ τὸ ἓν πάντα ὑφίστησιν οὐ συμμεριζομένη τοῖς παραγομένοις οὐδὲ κινουμένη περὶ αὐτὰ ἀλλ' ἑνοειδῶς τὰ πεπληθυσμένα ποιεῖ καὶ τὰ μεριστὰ ἀμερῶς καὶ ἀμεταβάτως τὰ ἐν μεταβάσει τοῦ χρόνου τὸ εἶναι ἔχοντα. εἰ δὲ καὶ τὰ ἀτομώτατα ἀμερῶς τε καὶ ἀμεταβάτως ποιεῖ ἡ τοῦ θεοῦ βούλησις μὴ κινουμένη περὶ αὐτά, τὰ δὲ μερικά τε καὶ ἀτομώτατα ποτὲ μὲν ἔστιν ποτὲ δὲ οὐκ ἔστιν, ἐνδέχεται ἄρα καὶ τὴν περὶ τοῦ ποτὲ ὄντος κόσμου τοῦ θεοῦ βούλησιν ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι μηδὲ τὸ πρότερον ἔχειν καὶ τὸ ὕστερον ἅτε δὴ μηδὲ κινουμένην περὶ τὰ ὑπ' αὐτῆς γινόμενα. τούτοις δ' αὐτοῖς καὶ τὸν Πλωτῖνον σύμφωνα λέγοντα παρεθήκαμεν ἐν τοῖς ἔμπροσθεν, ὧν καὶ νῦν ἐπιμνησθῆναι οὐκ ἄχρηστον· λέγει δ' οὖν κἀκεῖνος περὶ τῆς τοῦ θεοῦ δημιουργικῆς δυνάμεως ταῦτα ‘οὐ μὴν ἀλλ' εἰ δεῖ ἑκάστην ἐνέργειαν παντελῆ εἶναι μηδὲ θέμις τοῦ θεοῦ ἄλλο τι νομίζειν ἢ ὅλον τε καὶ πᾶν, δεῖ ἐν ὁτῳοῦν αὐτοῦ πάντα ἐνυπάρχειν. δεῖ τοίνυν καὶ τοῦ ἀεὶ εἶναι, δεῖ τοίνυν καὶ τοῦ μέλλοντος ὡς ἤδη παρόντος εἶναι. οὐ δὴ ὕστερόν τι ἐν ἐκείνῳ, ἀλλὰ τὸ ἤδη ἐκεῖ παρὸν ὕστερον ἐν ἄλλῳ