Ancient Greek
Page 612
Joannes Philoponus Phil., De aeternitate mundi 612
Not analysed yet
Λύσις τοῦ ὀκτωκαιδεκάτου λόγου. αʹ. Πάλιν τοὺς αὐτοὺς ἀνακυκλοῖ λόγους οὔτε λέγειν τι καινότερον ἔχων οὔτε τῶν εἰρημένων ἀποσχέσθαι δυνάμενος, ὥσπερ τὰ λίχνα τῶν κυνιδίων, ὅταν ὀστοῦ περιδράξωνται, ἢ τῶν ἀνθρώπων οἱ περὶ τὰς ἐμπαθεῖς ἡδονὰς ἐνισχόμενοι ἀεὶ μὲν τῶν αὐτῶν ἐμφορούμενοι, ἀεὶ δὲ ὡς ἐπὶ καινοτέροις τὴν ἐπιθυμίαν ἀκμάζοντες· σχεδὸν γὰρ οὐδὲν ἐν τοῖς εἰρημένοις εὕροι τις ἄν, ὅπερ οὐκ ἐν τοῖς φθάσασιν εἴρηται. εὐθὺς γὰρ ἐν ἀρχῇ τὸ δεῖν τὸν δημιουργὸν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν καὶ διὰ τοῦτο μὴ ποτὲ μὲν ποιεῖν ποτὲ δὲ μὴ ποιεῖν ἀλλ' ἢ ἀεὶ ποιεῖν ἢ μηδέποτε καί, ἐπεὶ τὸ μηδέποτε ἀδύνατον, δημιουργὸν ὄντα ἀεὶ ποιεῖν καὶ διὰ τοῦτο καὶ τὸ γινόμενον ἀεὶ εἶναι, ἔτι δὲ καὶ τό, εἰ μὴ ὁ κόσμος ἔχῃ τὸ εἶναι ἀγένητος καὶ ἄφθαρτος, μηδὲ τὸν δημιουργὸν ἀεὶ ὡσαύτως ἔχειν καὶ διὰ τοῦτο ἀνάγκην εἶναι καὶ περὶ τὸν δημιουργὸν ὁμοίως εὐσεβεῖν καὶ περὶ τὸν κόσμον τὸν μὲν τῶν θειοτάτων εἶναι λέγοντας καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, τὸν δὲ ἀγένητον καὶ ἄφθαρτον, ἢ περὶ τὸν κόσμον ἀσεβοῦντας διὰ τὸ γενητὸν εἶναι καὶ φθαρτὸν ὑποτίθεσθαι καὶ περὶ τὸν τούτου δημιουργὸν ἀσεβεῖν μήτε τῶν θειοτάτων αὐτὸν εἶναι μήτε ἀεὶ ὡσαύτως ἔχειν ὑπὸ τῆς τοῦ λόγου ἀκολουθίας λέγειν ἀναγκαζομένους, ταῦτα πάντα καὶ ἐν τῷ